# De spiritu [Sp.] 192

Basilius, De spiritu [Sp.], Page 192. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-spiritu-sp/192

ἄλλος ἐν ἄλλῃ πόλει ἐπληροῦντο τῷ Πνεύματι, οὐδενὸς διαστήματος κωλύοντος ἐν τῷ αὐτῷ ἐνεργεῖσθαι τὴν αὐτὴν χάριν καὶ θεός ἐστι διὰ τοῦτο ἕκαστος τῶν ἁγίων· εἴρηται γὰρ πρὸς αὐτοὺς παρὰ τοῦ Θεοῦ· ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες καὶ Θεὸς θεῶν, δηλονότι τῶν ἁγίων, κύριος ἐλάλησε, καὶ ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών, δηλονότι τῶν ἁγίων· Ἀνάγκη δὲ τὸ θεοῖς αἴτιον τοῦ θεοὺς εἶναι, θεῖον Πνεῦμα καὶ ἐκ Θεοῦ εἶναι· ὡς γὰρ τὸ τοῖς καυστικοῖς αἴτιον τοῦ καυστικοὺς εἶναι ἀνάγκη καυστικὸν εἶναι, καὶ τὸ ἁγίοις αἴτιον τοῦ ἁγίους εἶναι, ἀνάγκη ἅγιον εἶναι,

---

Basilius Theol., De spiritu [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2040.tlg013.local001/.
