Ancient Greek
Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων
Basilius Theol., Epistulae Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων
Not analysed yet
Ὅτε τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ βοηθείᾳ τῶν σῶν προσευχῶν μικρὸν ἀναφέρειν ἐκ τῆς ἀῤῥωστίας ἔδοξα καὶ ἀνελεξάμην ἐμαυτοῦ τὰς δυνάμεις, τότε ὁ χειμὼν ἐπεγένετο, οἴκοι καθείργων ἡμᾶς καὶ κατὰ χώραν μένειν συναναγκάζων. εἰ γὰρ καὶ πολλῷ κουφότερος τῆς συνηθείας ἀπήντησεν, ἀλλʼ οὖν ἔμοιγε ἱκανὸς εἰς ἐμπόδιον, οὐχ ὅπως ὁδοιπορεῖν δι’ αὐτοῦ, ἀλλʼ οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι. Ἔστι δέ μοι οὐδὲ τοῦτο μικρόν, τὸ καταξιοῦσθαι διὰ γραμμάτων ὁμιλεῖν τῇ θεοσεβείᾳ σου, καὶ τῇ ἐλπίδι τῶν ἀντιδόσεων ἤδη προαναπαύεσθαι. εἰ δὲ καὶ ὁ καιρὸς ἐνδοίη, καὶ τῆς ζωῆς ἡμῖν ἔτι λείποιτο χρόνος, καὶ μὴ ἄπορον ἡμῖν τὴν ὁδὸν ὁ λιμὸς ἀπεργάσαιτο, ταχὺ ἂν τύχοιμεν τῆς ἐπιθυμίας διὰ τῶν σῶν προσευχῶν· καὶ ἐπὶ τῆς ἑστίας σε καταλαβόντες κατὰ πᾶσαν σχολὴν τῶν μεγάλων θησαυρῶν τῆς ἐν σοὶ σοφίας ἐμφορηθείημεν.