# Epistulae Κομενταρησίῳ

Basilius, Epistulae, Κομενταρησίῳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/epistulae/%CE%9A%CE%BF%CE%BC%CE%B5%CE%BD%CF%84%CE%B1%CF%81%CE%B7%CF%83%CE%AF%E1%BF%B3

Ἐπειδή τινες ἐν τῇ συνόδῳ τῇδε συνελήφθησαν τῶν τὰ πονηρὰ ἐργαζομένων, καὶ κλεπτόντων παρὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἱμάτια εὐτελῆ πτωχῶν ἀνθρώπων, οὓς ἐνδύειν μᾶλλον ἐχρῆν ἢ ἀποδύειν, συνελάβοντο μὲν αὐτοὺς οἱ τῆς εὐταξίας ἐπιμελόμενοι τῆς ἐκκλησιαστικῆς, νομίσας δὲ αὐτῷ σοι διαφέρειν, ὡς τὰ δημόσια πράττοντι, τὴν τῶν τοιούτων ὑποδοχήν, ἐπέστειλά σοι, γνωρίζων ὅτι τὰ ἐν ταῖς ἐκκλησίαις ἁμαρτανόμενα ὑφʼ ἡμῶν προσήκει τῆς πρεπούσης τυγχάνειν διορθώσεως, δικαστὰς δὲ περὶ τούτων μὴ παρενοχλεῖσθαι. διὰ τοῦτο καὶ τὰ σῦλα αὐτῶν, ἃ δηλοῖ τὸ παρὰ σοὶ κείμενον, καὶ ἡ ἐπὶ πάντων τῶν παρόντων γενομένη ἀντιγραφή, ὑποδεχθῆναι προσέταξα, καὶ τὰ μὲν ταμιευθῆναι τοῖς ἐπερχομένοις, τὰ δὲ διαδοθῆναι τοῖς παροῦσι· τοὺς δὲ ἀνθρώπους ἐπιστρέψαι ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, οὓς οἶμαι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ βελτίους ποιήσειν πρὸς τὸ ἐφεξῆς. ἃ γὰρ αἱ τῶν δικαστηρίων πληγαὶ οὐκ ἐργάζονται, ταῦτα ἔγνωμεν πολλάκις τὰ φοβερὰ κρίματα τοῦ Κυρίου κατορθοῦντα· εἰ δὲ δοκεῖ σοι καὶ περὶ τούτων ἀνενεγκεῖν τῷ κόμητι, τοσοῦτον θαρροῦμεν τοῖς δικαίοις καὶ τῇ τοῦ ἀνδρὸς ὀρθότητι, ὅτι ἐπιτρέπομέν σοι ποιεῖν ὃ βούλει.

---

Basil, Saint, Bishop of Caesarea, Epistulae, ed. Roy J. Deferrari. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2040.tlg004.local001/.
