Ancient Greek
Τοῖς πρεσβυτέροις Σαμοσάτων
Basilius Theol., Epistulae Τοῖς πρεσβυτέροις Σαμοσάτων
Not analysed yet
Ὅσον λυπούμεθα ἐνθυμούμενοι τὴν ἐρημίαν τῆς ἐκκλησίας, τοσοῦτον μακαρίζομεν ὑμᾶς εἰς τοῦτο φθάσαντας τὸ μέτρον τῆς ἀθλήσεως, ὃ παράσχοι ὑμῖν ὁ Κύριος μακροθύμως παρελθεῖν, ἵνα καὶ τῆς πιστῆς οἰκονομίας καὶ τῆς γενναίας ἐνστάσεως, ἣν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπεδείξασθε, τὸν μέγαν μισθὸν ὑποδέξησθε.