# Homilia in Psalmum 132 [Sp.] 30.116

Basilius, Homilia in Psalmum 132 [Sp.], Volume 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/homilia-in-psalmum-132-sp/30.116

ΕΙΣ ΤΟΝ ΡΛΒ ΨΑΛΜΟΝ. Ἄκουε τοῦ μακαρίου Δαβὶδ λέγοντος διὰ τοῦ ψαλμοῦ· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Οὐ μόνον γὰρ ἐπὶ τοῖς οἰκείοις κατορθώμασιν ἔχαιρεν, ἀλλὰ καὶ τῇ τῶν ἄλλων ἐπευφραίνετο εὐνομίᾳ· ὥς που αὐτὸς, τὴν σπουδὴν τῶν ἐπὶ τὴν λατρείαν σπευδόντων θεασάμενος, διὰ τοῦ Ψαλμῳδοῦ ἔλεγεν· Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Πάντως οὖν ἐπὶ τὸ αὐτὸ τὴν παρουσίαν ἰδὼν, καὶ τῇ ἀδελφικῇ διαθέσει τερφθεὶς, ἐβόα, λέγων· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ἡ μὲν ὑπόθεσις τῶν ἀδελφῶν συγκροτήσεως ἐκ θείου προστάγματος ἀνυπέρβλητον εἶχε τὸ καλόν· τούτου δὲ τοῦ καλοῦ οὐδὲ τὸ τερπνὸν κεχώρισται. Ἕκαστοι γὰρ τῶν παρόντων ἀπολαύοντες τῆς ἐκ τοῦ πλησίον ἀγάπης ἐν πολλῇ καθεστήκειμεν τῇ θυμηδίᾳ. Ὥστε καὶ ἀκολούθως ἔλεγεν· Τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών. Τῆς χάριτος ἄνωθεν ἐξ οὐρανοῦ παρὰ τοῦ Σωτῆρος ἐπὶ τὴν Ἐκκλησίαν ἐκχεομένης, εἰκότως μεταλαμβάνουσι τῆς ἀσωμάτου καὶ πνευματικῆς χωρηγίας αἱ τῶν ἁγίων ψυχαί. Ὡς δρόσος ἡ Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὥσπερ γὰρ ἡ δρόσος ἡ ἐπὶ τὸν Ἀερμὼν κατιοῦσα ὄρος, πολλὴν αὐτὸ ποιεῖται τὴν λαμπρότητα· οὕτως καὶ ἡ νοητὴ δρόσος, ἀοράτως κατιοῦσα ἐπὶ τὰ ὄρη Σιὼν, ἔνθα ἡ συνέλευσις τῶν πανταχόθεν ἀδελφῶν ἐγίγνετο, τὴν ἀνάλογον ταῖς ψυχαῖς αὐτῶν περιεποίει ὠφέλειαν. Περὶ ταύτης οἶμαι τῆς θείας δρόσου, τῆς ἀπεικασμένης ταῖς ἐνεργείαις τοῦ ἁγίου Πνεύματος, ὁ Ἡσαΐας διαλεγόμενος φάσκει· Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ, ἴαμα αὐτοῖς ἐστιν. Ἡ δρόσος οὖν Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωήν. Πολλαχοῦ ἐπηγγείλατο ὁ Θεὸς, ὡς εἶπε Μωϋσῆς· Καὶ διαφυλάξει Κύριος τὴν διαθήκην καὶ τὸ ἔλεος, ὡς ὤμωσε τοῖς πατράσι σου, καὶ ἀγαπήσει σε, καὶ εὐλογήσει σε, καὶ πληθυνεῖ τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὸν καρπὸν τῆς γῆς σου. Καὶ ἐπήνεγκε λέγων· Ζωὴν ἕως τοῦ αἰῶνος. Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ

---

Basilius Theol., Homilia in Psalmum 132 [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2040.tlg056.local001/.
