Ancient Greek
Volume 30
Basilius Theol., Homilia in Psalmum 132 [Sp.] 30.117
Not analysed yet
τὸ αὐτό; καθὼς καὶ ἐκλήθητε. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς καὶ Πατὴρ, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; οὐκ ἐν οἴκῳ μόνον σωματικῷ, ἀλλὰ καὶ ἐν τούτῳ τῷ ἁγίῳ καὶ πνευματικῷ. Ὁ γὰρ οἶκός μου, φησὶν, οἶκος προσευχῆς κληθήσεται. Ἀλλὰ καὶ ἡμεῖς τοῦ αὐτοῦ μύρου κατηξιώθημεν οἱ φωτισθέντες. Ἐμύρισε γὰρ πάντας ἡμᾶς τῇ δικαιοσύνῃ αὐτοῦ Χριστὸς ὁ Σωτὴρ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.