# In Ebriosos 235.2

Basilius, In Ebriosos, 235.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/in-ebriosos/235.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/in-ebriosos/235.2

5. Ἄλλὰ τίς 44 εἴπη ταῦτα τοῖς οἰνοπλήκτοις; Καρθαροῦσι γὰρ ἐκ τῆς κραπαλῆς, νυστάζουσι, χασμῶνται, ἀχλὺν βλέπουσι, ναυτιῶσι. Διὰ τοῦτο οὐκ ἀκούσουσι τῶν διδασκάλων πολλῶνδεν αὐτοῖς ἐμποώντων· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· καὶ πάλιν· Ἀκάλαστον οἶνος, καὶ ὑβριστικὴ μέθη. Ὅν παρακούοντες, αὐτόθεν ἔχουσι τὰς ἐπικαρπίας τῆς μέθης. Οἴδαινε μὲν γὰρ ὁ βυχος, ὀφθαλμοὶ διῦγροι, στόμα ξηρὸν καὶ διακαές. Ὡσπερ γὰρ αἱ χαράδραι, ἕως μὲν ἂν αὐταῖς ἐπιρρέωσιν 45 οἱ χείμαρροι, πλήρεις εἶναι δοκοῦσι, παρελθοῦσης δὲ τῆς πλημμύρας, ξηραὶ καταλιμπάνονται· οὕτω καὶ τοῖς οἰνόφλυξι· τὸ στόμα 46, ἐλλειμάντος μὲν τοῦ οινου, πλήρες ἐστὶ πως καὶ διῦγρον, μικρὸν δὲ παραδραμόντος, ξηρὸν καὶ ἄνυχμον ἀπιλεῖται. Παρασυρόμενον δὲ ἀεὶ καὶ κατακαλῴζομεν τῇ ἀμετρίᾳ τοῦ οἴνου, καὶ τὴν ζωτικὴν ἰκμάδα προσαναποδάλει. Πολὰ γὰρ κατασκευὴ ἀνθρώπου οὕτως ἰσχυρά, ὥστε τοῖς ἐκ τῆς μέθης κακοῖς ἀντισχεῖν; Τίς γὰρ μηχανὴ τὸ ἀεὶ θερμαινόμενον καὶ ἀεὶ διέβροχον τῷ οἴνῳ γινόμενον 47 σῶμα μὴ οὐχὶ ἐκπλυτον καὶ ἐξίτηλον καὶ διεββυχὸς γενέσθαι; Ἐντεύθεν οἱ τρόμοι καὶ αἱ ἀσθενείαι· κοπτομένου γὰρ αὐτοῦ τοῦ πνεύματος ὑπὸ τῆς ἀμετρίας τοῦ οἴνου, καὶ τῶν νεύρων λυομένων τῆς συντονίας, ὁ κλόνος τῷ σύμπαντι βυχῷ τοῦ σώματος ἐπινέγεται. Τί τὴν κατάραν τοῦ Καὶν ἐφ' ἑαυ-

---

Basilius Theol., In Ebriosos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000637.
