# In Ebriosos 236.3

Basilius, In Ebriosos, 236.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/in-ebriosos/236.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/in-ebriosos/236.3

6. Μέχρι ποτε οἶνος; μέχρι τινος μέθη; Κινδύνεύεις λοιπὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου, οὕτως ὅλος (49) ἀνεμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπτης αὐτῷ, ἐκ τῆς καθημερινης κραπαλίδος οἴνου ἀπόλυν, καὶ τούτου διεφθαρμένου, ὡσπερ τῶν ἀγγείων τὰ ἀχρηστότατα. Τούτους Ἠσαίας ὀδύρεται· Οἶοι οἱ ἐγειρόμενοι τὸ πρωί, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτῶν συγκαύσει· μετὰ γὰρ κιθάρας καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτῶν οὐ κατανοοῦσι. Σίκερα πᾶν τὸ δυνάμενον μέθην ἐμποιῆσαι τὸμά τοι; Ἑβραῖοις ὀνομάζεται σῦνθεσις. Οἱ οὖν ἀρχομένης τῆς ἡμέρας περισκοποῦντες, ποῦ πότοι γίνονται, καὶ οἰνοπώλια καὶ καπηλεῖα περιλαβόντες, καὶ ἀλλήλους ἐπὶ τὸ πίνειν παραλαβάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν περὶ τὴν τῶν τοιούτων φροντίδα καταναλίσκοντες, οὕτω (50) ὑπὸ τοῦ προφήτου καταθρυνοῦνται, ὡς καιρὸν οὐδένα ἑαυτοῖς πρὸς τὴν τῶν θαυμάτων τοῦ Θεοῦ κατανόησιν ἀπολείποντες. Οὐ γὰρ ἄγουν σχολὴν οἱ ὀφθαλμοὶ αὐτῶν ἀνανεῖσαι πρὸς οὐρανόν, καὶ τὰ ἐν αὐτῷ κάλλη καταμαθεῖν, καὶ πᾶσαν τὴν ἐν τοῖς οὕσι διακόσμησιν ἐπισκέψασθαι, ὥστε ἐκ τῶν τοιῶν εὐτάξει τὸν δημιουργὸν ἐννοῆσαι· ἀλλ' εὐθὺς ἀρχομένης τῆς ἡμέρας κοσμοῦσιν ἑαυτῶν τὰ συμπόδια τάπτῳ ποικίλως καὶ ἀνθίνοις παραπετάσμασι, σπουδὴν τε καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτήρας καὶ κρατήρας καὶ φιάλας, ὡσπερ ἐν πομπῇ τινι (51) καὶ πανηγύρει, διατιθέντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν χόρον αὐτοῖς ὑποκλέπτῃ, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλλαγὴ καὶ μετάθεσις ἰκανὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῆ. Συμποσίαρχοι δὲ τινες ἐπὶ τούτοις καὶ ἀρχιονόχοι, καὶ ἀρχιτρικλῖνοι, καὶ τάξις ἐν ἀταξίᾳ, καὶ διάθεσις ἐν ἀκόσμῳ πράγματι ἐπινενόηται, ἵν', ὡσπερ ταῖς ἀρχαῖς ταῖς ἔξωθεν ἐκ τῶν δορυφορούντων ἡ σεμνότης συναύξετα, οὕτω καὶ τῇ μέθῃ οἷον βασιλίδι τινὶ θεραπεῖαν περιστήσαντες, τὸ ἐπονείδιστον αὐτῆς τῷ ὑπερβάλλοντι τῆς σπουδῆς περιστείλλωσι. Στέφανοι

---

Basilius Theol., In Ebriosos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000637.
