# In Ebriosos 240.3

Basilius, In Ebriosos, 240.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/in-ebriosos/240.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/in-ebriosos/240.3

Περὶ πίστεως (71). 1. Θεοῦ μεμνῆσθαι μὲν ἁληθῶς, εὐσεβὲς καὶ χόρον οὐχ ἔχον τῇ φιλόθεῳ ψυχῇ : λόγῳ δὲ διελέσθαι τὰ περὶ Θεοῦ, τολμηρόν : τῆς μὲν διανοίας πολλῷ τῷ μέτρῳ τῆς ἀξίας τῶν πραγμάτων ἀποπιπτούσης, πάλιν δὲ τοῦ λόγου ἀμυδρῶς παριστούντος τὰ νοηθέντα. Εἰ οὖν ἡ μὲν διάνοια ἡμῶν παρὰ πολὺ τοῦ μεγέθους τῶν πραγμάτων ἀπολιμπάνεται, ὁ δὲ λόγος ἐλάττων ἐστὶ καὶ αὐτῆς τῆς διανοίας (71') : πῶς οὐκ ἀνάγκη ἡ σιωπὴ, μήποτε ἐν τῇ τῶν ῥημάτων οὐτελείᾳ δόξῃ κινδυνεύειν τῆς θεολογίας τὸ θαῦμα ; Ἡ μὲν οὖν τοῦ δοξάζειν τὸν Θεὸν ἐπιθυμία πᾶσι τοῖς λογικοῖς (72) κατὰ φύσιν ἐνέσπαρται : τοῦ δὲ πρὸς ἀξίαν εἰπεῖν πάντες ὁμοίως ἀπολιμπάνονται. Τῇ δὲ περὶ τὴν εὐσέβειαν προθυμίᾳ ἕτερος ἕτερον διενήφχαμεν : οὐδείς δὲ οὕτως τετύφλωται, καὶ (72') φρεναπατᾷ ἑαυτὸν, ὥστε οἴεσθαι ἐπὶ τὸ ἀκρότατον ἀναδεδεῖχθαι τῆς καταλήψεως : ἀλλ’ ὅσῳπερ ἂν δόξῃ προκόπτειν ἐπὶ τῇ γνώσει, τοσοῦτω πλεῖον (73) αὐτοῦ τῆς ἀσθενείας αἰσθήσεται. Τοιούτος ἦν Ἀβραάμ, τοιούτος ἦν Μωϋσῆς : ὅτε ἰδεῖν Θεὸν ἔδυνήθησαν, ὡς ἰδεῖν δυνατόν ἀνθρώπῳ, τότε μάλιστα ἑαυτὸν ἕκτερος ἐξηντέλιζεν : ὁ μὲν Ἀβραὰμ γῆν καὶ σποδὸν (73') ἑαυτὸν ὀνομάζων, ὁ δὲ Μωϋσῆς ἰσχνόφωνον λέγων καὶ βραδύγλωσσον. Ἐώρα γὰρ τῆς γλώσσης αὐτοῦ τὸ ἀσθενὲς, ὑπηρετεῖν τῷ μεγεθεῖ τῶν νοηθέντων μὴ δυναμένης. Πλὴν ἀλλ’ ἐπεὶ πᾶσα ἀκοὴ ἡνοίχται νῦν πρὸς θεολογίας ἀχρόασιν, καὶ χόρος οὐχ ἔστι τῇ Ἐκκλησίᾳ τῶν τοιούτων ἀχροαμάτων, βεβαίουσιν τὸν τοῦ Ἐκκλησιαστοῦ λόγον, ὅτι Οὐ πληρωθήσεται οὖς ἀπὸ ἀχρόασεως, ἀναγκαῖον λέ-

---

Basilius Theol., In Ebriosos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000637.
