# Prologus 8 (De Fide) 352.1

Basilius, Prologus 8 (De Fide), 352.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/prologus-8-de-fide/352.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/prologus-8-de-fide/352.1

A μένων, τοῦ μὲν Πατρὸς ἐν τῷ ἰδίῳματι τοῦ Πατρὸς, τοῦ δὲ Υἱοῦ ἐν τῷ ἰδίῳματι τοῦ Υἱοῦ, τοῦ δὲ ἁγίου Πνεύματος ἐν τῷ οἰκείῳ ἰδίῳματι· μήτε τοῦ ἁγίου Πνεύματος ἀφ' ἑαυτοῦ λαλοῦντος, μήτε τοῦ Υἱοῦ ἀφ' ἑαυτοῦ τι ποιούντος· καὶ τοῦ μὲν Πατρὸς πέμποντος τὸν Υἱόν, τοῦ δὲ Υἱοῦ πέμποντος τὸ ἅγιον Πνεῦμα. Οὕτως φρονούμεν, καὶ οὕτως βαπτίζομεν εἰς Τριάδα ὁμοούσιον (26), κατὰ τὴν ἐντολὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Ἄπερ τηροῦντες μὲν, τὴν εἰς αὐτὸν ἀγάπην ἐπιδεικνύμεθα, καὶ ἐν αὐτῇ μένειν καταξιούμεθα, καθὼς γέγραπται· B μὴ τηροῦντες δέ, ἐναντίως ἔχοντες ἐλεγχόμεθα. 'Ο μὴ ἀγαπῶν με, γὰρ φησιν ὁ Κύριος, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ πάλιν· 'Ο ἔχων τὰς ἐντολὰς μου, καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με.

---

Basilius Theol., Prologus 8 (De Fide). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000650.
