# Prologus 8 (De Fide) 353.2

Basilius, Prologus 8 (De Fide), 353.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/prologus-8-de-fide/353.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/prologus-8-de-fide/353.2

6. Τὰ περὶ τῆς ὑγιαινούσης πίστεως (37) ἐν τοῖς satis pro tempore in superioribus a nobis dictum A πρὸ τούτων αὐτάρκως εἰρήσθαι· πρὸς τὸ παρὸν λογιζόμενοι, ἐντεύθεν τὴν περὶ τῶν θοιχιῶν ἐπαγγελίαν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληρῶσαι σπουδάσωμεν. "Ὅσα τοίνυν εὑρίσκομεν κατὰ τὴν Καινὴν τέως Διαθήκην σποράδην ἀπηγορευμένα ἢ ἐγχεκριμένα, ταῦτα, κατὰ τὸ δυνατόν ἡμῖν, εἰς δρους κεφαλαιώδεις πρὸς τὸ εὐλῆπτον τοῖς βουλομένοις ἐσπουδάσαμεν συναγαγεῖν· παραθέντες ἑκάστῳ ὅρῳ καὶ τὸν ἀριθμὸν τῶν ἐμπεριληφθέντων αὐτῷ γραφικῶν κεφαλαίων, εἴτε ἐκ τοῦ Εὐαγγελίου, εἴτε ἐκ τοῦ Ἀποστόλου, ἢ τῶν Πράξεων· ἵνα ὁ ἀναγνοὺς τὸν ὅρον, καὶ ἰδὼν παρακειμένον αὐτῷ τὸν πρῶτον, εἰ τύχοι, ἢ τὸν δεύτερον ἀριθμὸν, εἴτα ἀναλαβὼν αὐτὴν τὴν Γραφήν, καὶ ἀναζητήσας τὰ κεφάλαια τοῦ προειρημένου ἀριθμοῦ, οὕτως εὑρῇ τὸ μαρτυρίαν πρὸς ἣν ὁ ὅρος πεποίηται. Ἐβουλήμην μὲν οὖν τὰ πρῶτα καὶ ἐκ τῆς Παλαιᾶς Διαθήκης τὰ πρὸς ἕκαστον τῶν ἐν τῇ Καινῇ συμφώνως εἰρημένα παραθεῖναι (38) τοῖς ὅροις· ἐπειδή δὲ κατήπειγεν ἡ χρεία, τῶν ἐν Χριστῷ ἀδελφῶν νῦν μάλιστα σπουδαίοτερον ἀπαιτησάντων ἡμᾶς τὰ πάλαι ἐπηγγελμένα, ἐμνημόνευσα τοῦ εἰπόντος (39)· Αἴδου σοχὼ ἀχρμήν, καὶ σωφώτερος ἔσται. "Ὥστε ἕξεστι τῷ βουλομένῳ ἀφορμὴν αὐτάρκη ἐκ τῶν παρακειμένων εἰληφότι ἀναλαβεῖν τὴν Παλαιὰν Διαθήκην, καὶ γνωρίσαι ἀφ' ἑαυτοῦ τὴν ἐν πάσαις ταῖς θεοπνεύστοις Γραφαῖς συμφωνίαν, ἄλλως τε καὶ μιᾶς φωνῆς ἀρκούσης τοῖς πιστοῖς καὶ πεπληροφορημένοις τὴν ἀλήθειαν τῶν τοῦ Κυρίου ῥημάτων. Διὸ καὶ τὰ ἐν τῇ Καινῇ Διαθήκῃ οὐ πάντα, ὀλίγα δὲ ἐκ πάντων παραθέσθαι αὐτάρκες ἐλογισάμην.

---

Basilius Theol., Prologus 8 (De Fide). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000650.
