# Regulae Morales 374.7-375.2

Basilius, Regulae Morales, 374.7 to 375.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/374.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/374.7

Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Κυρίου μετὰ ἐπιθυμίας ἀχορέστου ποιεῖν, ἀεὶ πρὸς τὸ πλεῖον ἐπιτετρώμενον. Κεφάλ. Ε'. ΜΑΘΑΙΟΣ. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. ΠΡΟΣ ΦΙΛΙΠ. Ἐγώ, ἀδελφοί, ἐμαυτὸν οὐπω λογίζομαι κατειληφέναι Ἐν δέ, τῶν μὲν ὀπισθεν (26) ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ Ἰησοῦ. Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ οὕτως ποιεῖν, ὥστε, ὅσον (27) ἐπὶ τῷ ποιούντι, φωτίζεσθαι τοὺς πάντας, καὶ τὸν Θεὸν δοξάζεσθαι. Κεφάλ. Σ'. ΜΑΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυθῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καλοῦσι λύχνον, καὶ τίθασιν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλά ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. ΛΟΥΚΑΣ. Οὐδεὶς δὲ, λύχνον ἀνάψας, κρύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ' ἐπὶ λυχνίας ἐπιτίθησιν (28), ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. ΠΡΟΣ ΦΙΛΙΠΠ. Ἵνα ἦτε εἰλικρινεῖς, καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης, διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. ΟΡΟΣ ΙΘ' Ὅτι οὐ δεῖ ἐμποδίζειν τῷ ποιούντι θέλημα Θεοῦ, εἴτε κατ' ἐντολὴν Θεοῦ, εἴτε κατὰ λόγον ἀκολουθοῦντα τῇ ἐντολῇ· οὔτε μὴν ποιούντα ἀνέχεσθαι τῶν κωλυόντων, κἂν γνησίως ὦσιν, ἀλλ' ἐπιμένειν τῇ κρίσει.

---

Basilius Theol., Regulae Morales. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000653.
