# Regulae Morales 376.10

Basilius, Regulae Morales, 376.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/376.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/376.10

# Κεφ. Β' ΙΩΑΝΝΗΣ. Το γεγεννημενον εκ της σαρκος σάφει ἔστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμα ἐστι. Μὴ θαυμάσῃς, ὅτι εἶπόν σοι· δεῖ ὑμᾶς (34) γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τῆς φωνῆς αὐτοῦ ἀκούεις· ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. ΠΡΟΣ ΡΩΜ. Τὸ νεκρωθῆναι (35) μὲν τῇ ἁμαρτίᾳ, ζῆσαι δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνεταφήμεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῇ ἀναστάσει ὁμοίως· τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθάνων δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας (56). ΠΡΟΣ ΚΟΛ. Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν (37). ΠΡΟΣ ΓΑΛ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς ἐν ἑστὲ ἐν Χριστῷ Ἰησοῦ. ΠΡΟΣ ΚΟΛ. Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν πτισαντος αὐτόν· ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, Βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός.

---

Basilius Theol., Regulae Morales. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000653.
