# Regulae Morales 379.1-43

Basilius, Regulae Morales, 379.1 to 379.43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/379.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/379.1

ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ Α τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι, εἰς τὸ γενέσθαι τοὺς πολλούς ἐν σώματι ἐν Χριστῷ. ΠΡΟΣ ΚΟΡ. α'. Ὁ ἄρτος ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἰς ἄρτος, ἐν σῶμα οἱ πολλοὶ ἐσμὲν. Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου Ὅτι δεῖ τὸν μεταλαμβάνοντα τῶν ἁγίων ὑμνεῖν τὸν Κεφάλ. Δ'. ΜΑΘΘΑΙΟΣ. Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ τὰ ἔξης. Οἱς ἐπιφέρει· Καὶ θυμήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ΟΡΟΣ ΚΒ'. Ὅτι ἡ ἔργασία τῆς ἁμαρτίας ἀπαλλοτριεῖ τοῦ Κυρίου, καὶ προσοικεῖσι τῷ διαβόλῳ. Κεφάλ. Α'. ΙΩΑΝΝΗΣ. Ἄμην, ἄμην λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ΠΡΟΣ ΡΩΜ. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῆς δικαιοσύνης. Ὅτι ἡ πρὸς τὸν Κύριον οἰκειότης οὐκ ἐν τῇ κατὰ σάρκα συγγενείᾳ γνωρίζεται, ἀλλ' ἐν τῲ σπουδῇ τῶν θελημάτων τοῦ θεοῦ κατορθοῦται. Κεφάλ. Β'. ΙΩΑΝΝΗΣ. Ὁ ὃν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει. ΛΟΥΚΑΣ. Καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες. Ὁ δὲ ἀπο- κρίδεις εἶπε αὐτοῖς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοι εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες. ΙΩΑΝΝΗΣ. Ὑμεῖς φίλοι μου ἐστέ, ἄν ποιήτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. ΠΡΟΣ ΡΩΜ. Ὅσοι γὰρ Πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν. ΟΡΟΣ ΚΓ'. Ὅτι ὁ ἄκων ἐλκόμενος ὑπὸ ἁμαρτίας ὀφείλει γνωρίζειν ἑαυτὸν ὡς' ἑτέρας προϋπάρχουσης χρα- τοῦμενον ἁμαρτίας, ἥ ἄκων δουλεύων, ἄγεται λοιπὸν ὑπ' αὐτῆς καὶ ὡς' ἂ μὴ θέλει. Κεφάλ. Α'. ΠΡΟΣ ΡΩΜ. Οἴδαμεν δέ, ὅτι ὁ νόμος πνευματικὸς ἐστιν· ἐγὼ δὲ σαρκικὸς εἰμι, πεπραμέ- ὑπὸ τὴν ἁμαρτίαν. Ὁ γὰρ κατεργάζομαι,

---

Basilius Theol., Regulae Morales. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000653.
