# Regulae Morales 383.7

Basilius, Regulae Morales, 383.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/383.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/383.7

# ΟΡΟΣ ΔΒ' Ὅτι δεῖ τὰ ἐπιβάλλοντα ἑκάστῳ εὐγνωμόνως ἀποδιδόναι. # Κεφάλ. Α. ΛΟΥΚΑΣ. Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες· Διδάσκαλε, οἴδαμεν, ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· Ἐξεστὶν ἡμῖν Καίσαρι φόρον δόναι (64), ἢ οὔ; Κατανοήσας δὲ αὐτῶν τὴν παροργίαν, εἶπε πρὸς αὐτούς· Τί με πειράζετε; Δεῖξατέ μοι δηνάριον. Τίς ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον· Καίσαρος. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.

---

Basilius Theol., Regulae Morales. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000653.
