# Regulae Morales 387.6

Basilius, Regulae Morales, 387.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/387.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/387.6

ΟΡΟΣ ΔΗ'. Ὅτι δεῖ τὸν Χριστιανὸν καὶ τὴν εἰς τοὺς ἀδελφοὺς δεξιῶσιν ἀδύρουν καὶ λιτοτέραν ποιεῖσθαι. Κεφάλ. Α'. ΙΩΑΝΝΗΣ. Λέγει αὐτῷ εἰς τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος· Ἔστι παιδάριον ἔν ὧδε, καὶ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Εἶπε δὲ ὁ Ἰησοῦς· Ποίησας τοὺς ἀνθρώπους ἀναπεσεῖν. Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσον οὖν οἱ ἄνδρες τῶν ἀριθμῷ ὡσεὶ πεντακισχίλιοι. Ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας, διέδωκε τοὺς ἀνακειμένοις. Ὁμοίως δὲ καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. ΛΟΥΚΑΣ. Γυνὴ δὲ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ αὕτη ἦν ἀδελφὴ καλουμένη Μαρία, ἥτις παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τὸν λόγον (83) αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπάτο περὶ πολλῆς διακονίας. Ἐπιστάσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφὴ μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ

---

Basilius Theol., Regulae Morales. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000653.
