# Regulae Morales 391.6-392.3

Basilius, Regulae Morales, 391.6 to 392.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/391.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/391.6

Ὅτι ἐξ ἀντιπαραθέσεως τῶν ἐπὶ τοῖς ἐλάττοσιν ἐκ πίστεως φρόνων, καὶ ἐξ ἐπιθυμίας ἀξιολόγου σπουδῆς ἐπιδειξαμένων, οἱ ἐπὶ τοῖς μείζοσι καταφρονηταὶ ἢ ἀμελεῖς ἄλλοτε (99) σφοδρωτέραν ἔχουσι τὴν κατάκρισιν. # Κεφάλ. Β'. ΛΟΥΚΑΣ. Βασίλισσα Νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· δεῖ γὰρ ἐκ τῶν περάτων τῆς γῆς ἀκούσαι τὴν σοφίαν Σολομῶντος (1), καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. ΜΑΘΑΙΟΣ. Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινούσιν αὐτήν, δεῖ μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. Ὅτι οὐ δεῖ καταφρονεῖν τῶν μειόνων, ἐπὶ τοῖς ἐλάττοσι σπουδὴν ἐνδεικνυμένων. Προηγούμενος δὲ τὰ μείζονα τῶν προσταγμάτων ποιῶντα, συγκατερθοῦν καὶ τὰ ἐλάττονα. Κεφάλ. Γ. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἤδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον, καὶ ἀφῆκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον, καὶ τὴν πίστιν. Ταῦτα δεῖ ποιεῖν, καὶ ἐκεῖνα μὴ ἀφίεσθαι. Ὄδηγοι τυφλοὶ οἱ διυλιζόντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες. ΟΠΟΣ ΜΖ. "Ὅτι οὐ δεῖ θησαυρίζειν ἑαυτῷ ἐπὶ τῆς γῆς (2), ἀλλ' ἐν οὐρανῷ· καὶ τίς ὁ τρόπος τοῦ ἐν οὐρανῷ θησαυρίζειν.

---

Basilius Theol., Regulae Morales. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000653.
