# Regulae Morales 401.11-402.32

Basilius, Regulae Morales, 401.11 to 402.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/401.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/401.11

ΟΡΟΣ ΝΕ'. "Ὅτι δεῖ εἰδέναι καὶ ὁμολογεῖν παντὸς ἀγαθοῦ τὴν χάριν, καὶ αὐτῶν τῶν ὑπὲρ Χριστοῦ παθημάτων τὴν ὑπομονὴν παρὰ Θεοῦ ὑπάρχειν. Κεφάλ. α'. ΙΩΑΝΝΗΣ. Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ἡ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. ΠΡΟΣ ΚΟΡ. α'. Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; ΠΡΟΣ ΠΡΟΣ ΤΙΜ. α'. Πᾶν κτίσμα Θεοῦ καλόν, καὶ μερον. Α ΕΦΕΣ. Τῇ γὰρ χάριτι ἐστε σσσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μὴ τις καυχήσηται. ΠΡΟΣ ΦΙΛΙΠ. Καὶ τοῦτο ἀπὸ Θεοῦ, ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ(35) Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, τὸν αὐτὸν ἀγῶνα ἔχοντες, καὶ τὰ ἕξης. Ὅτι οὐ δεῖ σιωπᾶν τὰς εὐεργεσίας τοῦ Θεοῦ, ἀλλ' εὐχαριστεῖν ἐπ' αὐταῖς. Κεφ.α'. ΛΟΥΚΑΣ. Ἐδεέτο δὲ αὐτοῦ ὁ ἄνθρω, ἀφ' οὐ ἐξελήλυθει (36) τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων· Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθεν εἰς ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. ΛΟΥΚΑΣ. Καὶ εἰσερχομένου αὐτοῦ εἰς τινὰ κώμην, ὑπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἱ ἕστησαν πόρρωθεν. Καὶ αὐτοὶ ἦσαν φωνὴν μεγάλην, λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἔλεησον ἡμᾶς. Καὶ ἰδὼν, εἶπεν αὐτοῖς· Πορευθέντες, ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῇ ὑπάξει αὐτῶν, ἐκαθαρίσθησαν. Εἰς δὲ τις ἐξ αὐτῶν ἰδὼν, ὅτι ἰάθη, διέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν. Καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τοὺς πόδας (37) αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρεῖτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέθησαν ὑποστρέφοντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος. Καὶ εἶπεν αὐτῷ· Ἄναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε. ΠΡΟΣ ΚΟΡ. α'. Χάριτι δὲ Θεοῦ εἰμὶ ὃ εἰμὶ (38).

---

Basilius Theol., Regulae Morales. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000653.
