# Regulae Morales 413.1-11

Basilius, Regulae Morales, 413.1 to 413.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/413.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/413.1

Ἐξέσῳ διηκόνῃς, βέλτιον σὺ γνώσῃς. ΠΡΟΣ Α TIM. β'. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδεὶς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. Ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ τῶν ἐν πειρασμοῖς ἐξεταζομένων. Κεφάλ. β'. ΛΟΥΚΑΣ. Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξ-ητήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. ΠΡΑΣΕΙΣ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ. Προσευχὴ δὴ ἦν ἐκτενὴς γενομένη (98) ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐ-τοῦ (99). ΟΡΟΣ ΣΖ'. Ὅτι τῶν πληροφορίαν ἔχοντων τῆς ἐκ νεκρῶν ἀνα-στάσεως, ἀλλότριον τὸ λυπεῖσθαι ἐπὶ τοῖς κεκοι-μημένοις (1). Κεφάλ. α'. ΛΟΥΚΑΣ. Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν, αἱ καὶ ἐκόπτοντο, καὶ ἐθρήνουν αὐτόν. Στραφεὶς δὲ εἶπε πρὸς αὐτάς· θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ' ἐμέ. ΠΡΟΣ ΘΕΣΣ. α'. Περί δὲ τῶν κεκοιμημένων οὐ θέλῶ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πι-στεύομεν, ὅτι Ἰησοῦς ἀπέθανεν, καὶ ἀνέστη· οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. ΟΡΟΣ ΣΗ'. Ὅτι οὐ δὲ τὰ ἰδώματα τοῦ αἰῶνος· τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν προσδοκᾶν, ἀλλὰ ἀγγελικὸν καὶ ἀπροσδεὲ βίον εἰδέναι ἐν τῷ μέλλοντι αἰῶνι.

---

Basilius Theol., Regulae Morales. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000653.
