# Regulae Morales 427.5

Basilius, Regulae Morales, 427.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/427.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/427.5

"Ὅτι δεῖ καὶ ἐν ταῖς τοῦ σώματος χρείαις σπλαγχνίζεσθαι ἐπὶ τοῖς πιστευομένοις, καὶ φροντίζειν αὐτῶν. Κεφάλ. ΚΑ'. ΜΑΤΘΑΙΟΣ. Σπλαγχνίζομαι ἐπὶ τῷ ὄχλῳ, ὅτι ἤδη ἡμέρας τρεῖς προσκείμενοί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι, καὶ ἀπολύσαι αὐτοὺς νηστεύειν οὐ θέλω, μὴ πότε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. ΜΑΡΚΟΣ. Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτόν, καὶ γονυπετῶν αὐτόν, καὶ λέγων αὐτῷ, ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ὁ δὲ Ἰησοῦς σπλαγχνισθεὶς, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ (62)· Θέλω, καθαρίσθητι. ΠΡΑΞΕΙΣ. Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνθέντων τῶν μαθητῶν, ἤρξατο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παραθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· Οὐκ ἀρεστὸν ἐστὶ καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν ταῖς τραπέζαις. Ἐπισκέψασθε, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένων ἐπτὰ, πλήρεις Πνεύματος ἁγίου καὶ σοφίας, οὓς καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης.

---

Basilius Theol., Regulae Morales. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000653.
