# Regulae Morales 428.2

Basilius, Regulae Morales, 428.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/428.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/428.2

Κεφάλ. ΚΓ᾽. ΜΑΤΘΑΙΟΣ. Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατυνοῦσι γὰρ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν· φιλοῦσι τε τὰς πρωτοκλισίας ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί, Ῥαββί (64). Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί· εἷς γὰρ ἐστιν ὑμῶν ὁ καθηγητής· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γὰρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ἐστιν ὁ καθηγητὴς ὑμῶν, ὁ Χριστός. ΙΩΑΝΝΗΣ. Ἡ ἐμὴ διδαχὴ οὐκ ἐστίν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. Ἐὰν τις τὸ θέλημα αὐτοῦ ποιή, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. Ὁ ἀπ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν (65) ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθὴς ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἐστιν. ΠΡΟΣ ΚΟΡ. β᾽. Οὐ γὰρ ἔσμεν, ὡς οἱ πολλοί, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλ᾽ ὡς ἐξ εἰλικρινείας, ἀλλ᾽ ὡς ἐκ Θεοῦ, κατενώπιον Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. ΠΡΟΣ ΘΕΣΣ. α᾽. Ἡ γὰρ παρακλήσις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐκ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτως λαλοῦμεν· οὐχ ὡς ἀνθρώπους ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γὰρ ποτε ἐν λόγῳ χολακείας ἐγενήθημεν πρὸς ὑμᾶς, καθὼς οἴδατε, οὔτε ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν, οὔτε ἀπὸ ἄλλων, δυνημένοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι.

---

Basilius Theol., Regulae Morales. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000653.
