Ancient Greek
1.4 to 1.5
Basilius Theol., Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων 1.4-5
Not analysed yet
Μὴ θαυμάζετε δὲ εἰ καὶ καθ’ ἑκάστην ἡμέραν εἰς διδασκάλους φοιτῶσι, καὶ τοῖς ἐλλογίμοις τῶν παλαιῶν ἀνδρῶν, δι’ ὧν καταλελοίπασι λόγων, συγγινομένοις ὑμῖν αὐτός τι παρ’ ἐμαυτοῦ λυσιτελέστερον ἐξευρηκέναι φημί. τοῦτο μὲν οὖν αὐτὸ καὶ ξυμβουλεύσων ἥκω, τὸ μὴ δεῖν εἰς ἅπαξ τοῖς ἀνδράσι τούτοις, ὥσπερ πλοίου, τὰ πηδάλια τῆς διανοίας ὑμῶν παραδόντας, ᾗπερ ἂν ἄγωσι, ταύτῃ συνέπεσθαι· ἀλλ’ ὅσον ἐστὶ χρήσιμον αὐτῶν δεχομένους, εἰδέναι τί χρὴ καὶ παριδεῖν. τίνα οὖν ἐστι ταῦτα, καὶ ὅπως διακρινοῦμεν, τοῦτο δὴ καὶ διδάξω ἔνθεν ἑλών.