Ancient Greek
10.5 to 10.8
Basilius Theol., Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων 10.5-8
Not analysed yet
πρὸς ὅνπερ κτᾶσθαι παραινέσαιμ’ ἂν τὰ ἐφόδια, πάντα λίθον κατὰ τὴν παροιμίαν κινοῦντας, ὅθεν ἂν μέλλῃ τις ὑμῖν ἐπ’ αὐτὸν ὠφέλεια γενήσεσθαι. μηδ’ ὅτι χαλεπὰ ταῦτα καὶ πόνου δεόμενα, διὰ τοῦτ’ ἀποκνήσωμεν· ἀλλ’ ἀναμνησθέντας τοῦ παραινέσαντος, ὅτι δέοι βίον μὲν ἄριστον αὐτὸν ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾶν τῇ συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς βελτίστοις. αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προεμένους, ὕστερόν ποτ’ ἀνακαλεῖσθαι τὸ παρελθόν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις. Ἐγὼ μὲν οὖν ἃ κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἴρηκα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω. ὑμεῖς δέ, τριῶν ἀρρωστημάτων ὄντων, μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῇ τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε. οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχονται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀρρωστημάτων, ἐφ’ ἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· οἱ δ’ εἰς ἀνήκεστον παντελῶς μελαγχολίας παρενεχθέντες, οὐδὲ προσιόντας προσίενται. ὃ μὴ πάθητε τῶν νῦν ὑμεῖς, τοὺς ὀρθῶς ἔχοντας τῶν λογισμῶν ἀποφεύγοντες.