Ancient Greek
Chapter 7
Basilius Theol., Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων 7.8
Not analysed yet
τοσούτου δεῖν ἀπαμύνασθαι. τὸ δὲ τοῦ Περικλέους ἢ τὸ Εὐκλείδου, τῷ τοὺς διώκοντας ὑπομένειν καὶ πρᾴως αὐτῶν τῆς ὀργῆς ἀνέχεσθαι, καὶ τῷ τοῖς ἐχθροῖς εὔχεσθαι τὰ ἀγαθά, ἀλλὰ μὴ ἐπαρᾶσθαι. ὡς ὅ γε ἐν τούτοις προπαιδευθεὶς οὐκ ἔτ’ ἂν ἐκείνοις ὡς ἀδυνάτοις διαπιστήσειεν.