# Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων 8.4-8

Basilius, Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων, 8.4 to 8.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/text/8.4

ἀλλ’ ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, εἰ δὲ βούλει, τῆς μουσικῆς· ἐκείνων εἰσὶ τῶν ἀγώνων αἱ μελέται, ὧνπερ οἱ στέφανοι πρόκεινται, καὶ οὐδείς γε πάλην ἀσκῶν ἢ παγκράτιον, εἶτα κιθαρίζειν ἢ αὐλεῖν μελετᾷ. οὔκουν ὁ Πολυδάμας γε· ἀλλ’ ἐκεῖνος πρὸ τοῦ ἀγῶνος τοῦ Ὀλυμπιάσι, τὰ ἅρματα ἵστη τρέχοντα, καὶ διὰ τούτων τὴν ἰσχὺν ἐκράτυνε. καὶ ὅ γε Μίλων ἀπὸ τῆς ἀληλειμμένης ἀσπίδος οὐκ ἐξωθεῖτο, ἀλλ’ ἀντεῖχεν ὠθούμενος, οὐχ ἧττον ἢ οἱ ἀνδριάντες οἱ τῷ μολύβδῳ συνδεδεμένοι. καὶ ἁπαξαπλῶς αἱ μελέται αὐτοῖς παρασκευαὶ τῶν ἄθλων ἦσαν. εἰ δὲ τὰ Μαρσύου ἢ τὰ Ὀλύμπου τῶν Φρυγῶν περιειργάζοντο κρούματα, καταλιπόντες τὴν κόνιν καὶ τὰ γυμνάσια, ταχύ γ’ ἂν στεφάνων ἢ δόξης ἔτυχον ἢ διέφυγον τὸ μὴ καταγέλαστοι εἶναι κατὰ τὸ σῶμα; ἀλλ’ οὐ μέντοι οὐδὲ ὁ Τιμόθεος τὴν μελῳδίαν ἀφεὶς ἐν ταῖς παλαίστραις διῆγεν· οὐ γὰρ ἂν τοσοῦτον ὑπῆρξεν αὐτῷ διενεγκεῖν ἁπάντων τῇ μουσικῇ· ᾧ γε τοσοῦτον περιῆν τῆς τέχνης, ὥστε καὶ θυμὸν ἐγείρειν διὰ τῆς συντόνου καὶ αὐστηρᾶς ἁρμονίας, καὶ μέντοι καὶ χαλᾶν καὶ μαλάττειν πάλιν διὰ τῆς ἀνειμένης, ὁπότε βούλοιτο. ταύτῃ τοι καὶ Ἀλεξάνδρῳ ποτὲ τὸ Φρύγιον ἐπαυλήσαντα, ἐξαναστῆσαι αὐτὸν ἐπὶ τὰ ὅπλα λέγεται μεταξὺ δειπνοῦντα, καὶ ἐπαναγαγεῖν πάλιν πρὸς τοὺς συμπότας, τὴν ἁρμονίαν χαλάσαντα. τοσαύτην ἰσχὺν ἔν τε μουσικῇ καὶ τοῖς γυμνικοῖς ἀγῶσι, πρὸς τὴν τοῦ τέλους κτῆσιν ἡ μελέτη παρέχεται.

---

Basil, Saint, Bishop of Caesarea, Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων, ed. Roy J. Deferrari. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2040.tlg002.local001/.
