Ancient Greek
Chapter 9
Basilius Theol., Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων 9.14
Not analysed yet
πᾶν μὲν οὖν τοὐναντίον κολάζειν αὐτὸ καὶ κατέχειν ὥσπερ θηρίου τὰς ὁρμὰς προσῆκε, καὶ τοὺς ἀπ’ αὐτοῦ θορύβους ἐγγινομένους τῇ ψυχῇ, οἱονεὶ μάστιγι, τῷ λογισμῷ καθικνουμένους κοιμίζειν, ἀλλὰ μὴ πάντα χαλινὸν ἡδονῆς ἀνέντας περιορᾶν τὸν νοῦν, ὥσπερ ἡνίοχον, ὑπὸ δυσηνίων ἵππων ὕβρει φερομένων παρασυρόμενον ἄγεσθαι· καὶ τοῦ Πυθαγόρου μεμνῆσθαι, ὃς τῶν συνόντων τινὰ καταμαθὼν γυμνασίοις τε καὶ σιτίοις ἑαυτὸν εὖ μάλα κατασαρκοῦντα, οὕτως ἔφη· Οὐ παύσῃ χαλεπώτερον σεαυτῷ κατασκευάζων τὸ δεσμωτήριον;