# Sermones Xli 105.3

Basilius, Sermones Xli, 105.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/105.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/105.3

*Τοῦ αὐτοῦ εἰς τὸν αὐτὸν Ἰωνᾶν.* α'. Οἱ τὰς τῶν φρεάτων πηγὰς ἐκκαθαίροντες, ὅσφπερ ἐν αὐτὰς μεταλλεύουσι, τοσοῦτο μᾶλλον καθαρωτέρας, καὶ πλουσιωτέρας ἀναθίσθαι παρασκευάζουσιν. Ἡ γὰρ τῶν ναμάτων γαστήρ, εὐρυνομένη κατὰ τὴν κίνησιν, οὐς ὀδύνει κρουνούς ἀποτίκτει. Τοιαύτη τῆς θείας Γραφῆς ἡ πηγὴ. Εἰ γὰρ τις ἐν αὐτῇ τὰς οὐρανίους φλέβας τῷ λόγῳ διασκάλαι θελήσειεν, θήσει πλέον γυμνούμενον τὸ ταμεῖον τῆς χάριτος. Ἠκούσατε τῆς κατὰ τὸν Ἰωνᾶν ἱστορίας; εἶδεάσατε τῆς μετανοίας τὴν δύναμιν; εἶδετε βασιλέα πενθῆρη, σποδῷ καὶ σάκκῳ, καὶ ψυχῆς ταπεινότητι, τὸν ἐν οὐρανῷ βασιλέα δωροδοκοῦντα; εἶδετε θνηλὴν ἀθάνατον θνητοῖς δάκρυσιν ἀνειωμένον (50); εἶδετε προφήτου φιλονεικίαν, καὶ θεοῦ φιλανθρωπίαν; εἶδετε προφήτην ἐν κήτει κυοφορούμενον, καὶ τὴν πρὸς ἀμαρτωλοὺς συμπάθειαν ἐκδιδασχόμενον; δεῦρο δὴ οὖν, καὶ τὸν ἕτερον ἐν τῷ προφήτῃ θησαυρὸν κατοπτεύσωμεν· θησαυρὸς δὲ προφητῶν ὁ Δεσπότης Χριστός, ὃν ταῖς προφητικαῖς προκηρύττοντες σάλπινσι, προανατέλλούσας ἐδείκνυον τὰς τῆς παρουσίας ἀκτίνας. Ἰωνᾶς δὲ Χριστὸν οὐ λόγοις ἐκήρυττεν, ἀλλ' ἐμιμήσατο πάθειν· οὐ φωναῖς τὸν Δεσποτικὴν προηγόρευσε τάφον, ἀλλ' ἐν τῷ κήτει ταφείς, καὶ τριήμερος ἐκθολεὶς δίχα φθορᾶς, ἐδίδαξεν ἀνθρώπους ἅπαντας, ὅτι θάνατος ἀθανασίας ἀρχή, καὶ ἐκ τάφου βλαστάνει ζωὴ· καὶ ταύτας αὐτοῦ τὰς διὰ πραγμάτων φωνάς, ὁ Χριστὸς οἰκειούμενος, πρὸς τὸν ἄπιστον τῶν Ἰουδαίων βοᾷ λέων· Γενεὰ πο-

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
