# Sermones Xli 109.1-39

Basilius, Sermones Xli, 109.1 to 109.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/109.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/109.1

A ὁμῶν ἔμε παρηγνεύει· ἐγὼ τοῦ χειμῶνος ὑπόθεσις. Παρέστη δὲ τῇ θαλάσσῃ τὸ ζητούμενον ἀνδράποδον· αὐτὴ τὴν ἐμὴν προσετάχθη ψυχὴν ἀνιχνεύειν. Ἀπόδοτε, καὶ σώζεσθε· ἔνδον ἔχετε τὴν γαλήνην, εἰ βούλεσθε· ἔνδὸ σώματος τὴν σωτηρίαν ὑπῆρξασθε. Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ σέβομαι. Εἰ ταύτας ἀρχὰς τὰς φωνάς, ὦ προφήτα, τοῖς Νινευίταις, οὐ χρεία σοι ψυχῆς· οὐχ ἂν ἐδεῖσθες τοῦ δραπετεύειν, εἰ ταῦτα χρῄττειν τοῖς καταδικασθεῖσιν ἐπεῖσθης. Πρὶν Νινευίτας διδάξας, τοὺς ναύτας τῆς πλάνης διέσωσα· μέρος ἐθνῶν οἱ συμπλέοντες, ἐν αὐτοῖς τὴν τῶν Νινευιτῶν καταμάνθανε πίστιν· πεποιθὰς μαθητὰς εὐσεβείας τοὺς τῆς ψυχῆς δικαστάς. Καὶ ἔλαβον τὸν Ἰωᾶν, καὶ ἔνβαλον εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασση (39) ἐκ τοῦ σάλου αὐτῆς. Οὐκέτι γὰρ ἦν χρεία τῆς ζάλης, εἰλημμένῳ τοῦ ψεύτοντος· οὐχ ἦν ἔτι χρεία ζητήσεως, κατασχεθέντος τοῦ δραπετεύσαντος. Καὶ ἐφοβήθησαν οἱ ναῦται (40) φόβῳ μεγάλῳ τὸν Κύριον, καὶ ἔθυσαν θυσίας, καὶ ἤθ- ξαντο εὐχάς. Καὶ φυγὼν ὁ Ἰωᾶς τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐνεμπορεύσατο. Τί οὖν τῶν ἐθνῶν, ὦ προφήτα, τῆς πονηρίας· χωλῶν τὴν ἰατρείαν; Ἐφθέγξω μόνον, καὶ τοὺς συμπλέοντας ἐπεῖσας· ἐλάλησας, καὶ πίστιν ἐγέννησας· ἀφῆκας φωνὴν, καὶ τὴν ψυχὴν ἐχειρώσω. Καὶ προσέταξεν Κύριος κήτη μεγάλῳ καταπιεῖν τὸν Ἰωᾶν (41). Τοῦτῳ τῷ τρόπῳ δεσμώτην Θεὸς τὸν Προφήτην ἀποδείξας, καὶ τὴν φυγὴν νικήσας, τῷ τάφῳ τοῦ κήτους εἰλημμένον κατέχων, μονοῦνχι τοιούτοις χρῆται τοῖς ῥήμασιν· Ἄρ' ἔτι δραπετεύειν ἐθέλεις, ὦ προφήτα; Ἐτι προτιμᾷς τὴν ψυχὴν τῆς τῶν ἐθνῶν σωτηρίας; Περιορᾷς ἀπολυμένους; χαίρεις ὁρῶν κολαζομένους; Οὐ θέλεις ὑπουργὸς γενέσθαι τῆς κλήσεως; Οὐκὼν ὑπόζημι τριήμερον τάφον· ὑπόμεινον τῆς Δεσποτικῆς οἰκονομίας τὰ πάθη, μάθε πῶς τὰ ἔθνη πάντα κληθήσεται· γενέσθω τάφος τὸ κῆτος, ὑπόμεινον τῆς ἐμῆς οἰκονομίας τὴν μίμησιν, δι' ἧς οὐ Νινευῖται μόνον, ἀλλ' ὁ σύνπαξ ἀνθρώπων κόσμος δι' εὐσεβείας σωθήσεται. Περίθου τὰ τῆς ἀναστάσεως σύμβολα· ἀπόλυσαι καθάπερ μνῆμα τὸ κῆτος, πείσον Ἰουδαίους τοὺς σοὺς, ὅπως οἱ τάφοι λυθήσονται. Οὐχ ἔστιν ἔλαττον εἰς

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
