# Sermones Xli 122.3

Basilius, Sermones Xli, 122.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/122.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/122.3

Ἄνδρες ἐστέ...... καὶ ἡ χάρις διωκομένη τῷ ψόνῳ παραχωρεῖ τὸ οἰκητήριον δαιμονί. Ψυχὴ γὰρ ἀρετὴν ἀποβαλοῦσα, καὶ πονηρίαν ἐνδυσάμενη, καλεῖ πρὸς οἴκησιν εἰς τὴν πάθει τερπόμενον. Ἐν τοιούτοις ἦν ὁ Σαοὺλ ἔχων ἑνοῖχον τὸν πολέμιον. Ἄλλα τὸν οὕτω κατ' αὐτοῦ φθονοῦντα θεωρῶν ὁ Δαυὶδ, οὐ παρεῖδεν τοιαύτης ἔχθρας τὸ πάθος, ἀλλ' ἔκαλε τὴν χάριν κατὰ τοῦ δαιμόνος ὅπλον. Ὁ μὲν οὖν τὴν λύραν μετεχειρίζετο, διώκων τῷ μέλει τὸν δαιμόνα· ὁ δὲ θεραπευόμενος, τὸ ξίφος κατὰ τοῦ θεραπευόντος ἐπεμπε· καὶ ἀνήρητο ἰατρός, εἰ μὴ τὸν ἑαυτῆς ὑπηρέτην ἡ χάρις ἀνῆρπασεν. Ὥσινδὸν ἀδικημάτων· ὁ δαίμων ἡλαύνετο, καὶ ὁ τοῦ δαιμόνος ἐλευθερωθεὶς καθωπλίζετο. Δαίμων ἠττήτο, καὶ ἀνθρώπινὸς τρόπος·ἐτόλμα. Ἀποτυχὼν δὲ τῆς διὰ ξίφους ἐπιδοὺλης, ἐφ' ἑτέραν ἐτράπη, καὶ τὴν θυγατέρα διδόναι τῷ φθονουμένῳ βούλεται, οὐχ ἵνα τιμήσῃ τὸν μισούμενον, ἀλλ' ἵνα τῷ γάμῳ τῆς παίδος τὸν φόνον ἀντῆσαι· καὶ πρεσβεύτας τῆς μνηστείας ἐκπέμπει, προκάλυμμα δόλου ἐπὶ τούτου παστάδα ποιούμενος. Ἄλλ' ὁ Δαυὶδ οὐχ ἐπιτρέχει τῷ δώρῳ, μετριώτητι τρόπου τὸν βασιλέως γάμον ἀποπεμπόμενος. Ἐπειδή δὲ τὰ ἔδνα, δῶρα γυναικῶν, πρὸ γάμου τῆς κόρης, ἀλλοφύλων ἀναίρεσιν ὁρίζει, πείθεται τοῖς λόγοις τῆς συμμαχίας, πιστεύων τῇ χάριτι, ἄθλον ἀριστείας τὸν γάμον ποιούμενος. Οὐ βούλεται γάρ, φησίν, ὁ βασιλεὺς ἔδνα, ἀλλ' ἑκατὸν ἀκροβυστίας ἀλλοφύλων (78). Ἐλέγχουσα δὲ τὴν πονηρίαν, ἡ Γραφὴ στήλτιεῦει τὸν τρόπον· Ἐλογίζετο γάρ, φησίν, ἐμβαλεῖν τὸν Δαυὶδ εἰς χεῖρας ἀλλοφύλων. Οὐχ ἵνα νυμφὴν τὸν νυμφίον πρὸ τοῦ γάμου θεάσηται, ἀλλ' ἵνα πρὸ τοῦ θαλάμου ὁ νυμφίος παρανάλωμα γένηται, καὶ ψάσῃ τὸν γάμον ὁ θάνατος, ὅπλον τοῦ φθόνου τοῖς ἀλλοφύλους ποιούμενος. Οὐ βούλεται ὁ βασιλεὺς ἔδνα, ἀλλ' ἑκατὸν ἀκροβυστίας ἐζήτησε. Πονηρὸς

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
