# Sermones Xli 129.1

Basilius, Sermones Xli, 129.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/129.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/129.1

A ἀρετῶν τὴν ἀπτιδα. Τῷ δὲ ἦν ὥρα τοῦ βίου τὰ δυσχερῆ φιλοτέας γυμνάσια. Εὐρὼν γὰρ ἐν σπηλαίῳ τὸν διώκοντα, φείδεταί, καὶ τὸν φθονοῦντα θηρεύσας φιλανθρωπεύεται. Ἄλλ᾽ ἐφεῖδετο μὲν τοῦ Σαούλ, ἐπληττε δέ, ὡς δοῖκε, διὰ τῆς τοῦτο φειδοῦς τὸν διάβολον, καὶ καθαράν διεφύλαξεν αἵματος ἐχθροῦ διαφυλάξας, τὸν κοινὸν τῶν ἀνθρώπων ἐχθρὸν ἐτραυμάτισε, θυμοῦ κρατῶν, τὴν ἐχθραν πατῶν, τὸ ξίφος ἀμυλώσας, τὸν μισοῦντα φυλάττων, ἀμελῶμενος τοῦ φθόνου πραότητι· οὗ μόνως κεντεται διάβολος. Ἄρ᾽ οὖν ἐπὶ τούτοις ὁ διώκων ἐπαύσατο; Οὐ μὲν οὖν· ἀλλὰ καὶ πάλιν διώκων, πάλιν ἡλίσχεται. Νὺξ γὰρ ἐν μέσῳ, καὶ πάλιν ὑπνὸν δεσμοῖς ὁ Σαοὺλ ἐθρύσετο, καὶ τοῦ διωκομένου λάφυρον ὁ διώκων εὐρίσκετο. Ἐνταῦθα ποτὲ οὐκ ἂν ἐτίναξεν πέτραν ἡ τοῦ θυμοῦ B προτολή; Ποῖον οὐκ ἂν ἐσεῖσε πύργον τῆς ἀφροσύνης ἡ βία; ποῖαν φιλοπρεπίας γαλήνην οὐκ ἐτάραχεν κύμασι; Πλεῖον δὲ τῷ χρόνῳ τὰ τῆς ἀρετῆς ἐπλάτυνε διαστήματα. Ἀναφεύξας τὸν Σαοὺλ διαπύρος ἐπένθε, ἐλάμπυρνε τάφῳ, ἐκόμισε τοὺς ὀρθοὺς τὸν τάφον, καὶ τὰ σκήπτρα διαδεξάμενος, οὐκ ἐκληρονόμησε τὸν τρόπον· ὅδὼ δὲ τῆς φιλανθρωπίας βαδίζων, καὶ μέχρι τῶν τοῦ δυσμενοῦς συγγενῶν τὰς εὐεργεσίας ἐξετείνε, καὶ προσπίπτον τῷ γένει τὴν αὐτοῦ φιλανθρωπίαν συνοδεύουσαν ἐπεμπε.

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
