# Sermones Xli 135.1

Basilius, Sermones Xli, 135.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/135.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/135.1

σήμερον μὲν στηλιτεύει ψυχή, καὶ τὴν ἄθλον τῶν γυναικῶν ἐκείνων ἐκπομπεύει μανίαν, Ἡρῴδην ἀκολασίας γεγενημένον αἰχμάλωτον, τὸν Βαπτιστὴν ὑπὲρ σωφροσύνης τὴν κεφαλὴν ἐκτεμνομένον, καὶ μήτι θανάτῳ τῷ σωπῆν ἀνέχμενον. Τοιαῦτα γὰρ τῶν δικαίων τὰ κατορθώματα, πλεῖον μετὰ θάνατον λάμποντα, καὶ μετὰ τελευτὴν ἐνεργέστερα. Τοῦτο τὸ δράμα διάβολος ἐπενοήσεν, Ἡρῴδης δὲ συνήργασατο, Ἡρωδίας ἐχορήγησατο, Βαπτιστὴς ἠγωνίασατο, εὐαγγελιστὴς διηγήσατο. Ἰδοὺν γὰρ ἄρα ὁ διάβολος τὸν Ἰωάννην τοῖς Ἰορδάνου ρείθροις τὰς ἀνθρώπων ἁμαρτίας ἐκπλύναντα (9), καὶ Μωσαϊκοῦ ξίφους τοὺς ὑπευθύνους ἐλευθεροῦντα, καὶ τοῦ νόμου τὴν ἀπειλὴν ἀμβλυομένην ἐν ὕδατι, καὶ τῆς μετανοίας ἀπαλλάττοντα ψυχῶν, φόβῳ πάλιν ἀρχαίῳ ληφθεὶς, καὶ φόβου πλησθεὶς, μὴ ἄρα τὸ πλῆν αὐτῷ διαλυθῇ κατ' ἀνθρώπων μηχανήμα, πρὸς τοῦτο ἰδοὺν τὰς τῆς υἱοθεσίας ἀκτῖνας ἐν ὕδατι φευτομενάς ὑπὸ Χριστοῦ, καὶ γεωργὸν φιλανθρωπίας ἐπὶ τῶν ὑδάτων ἑστῶτα τὸν Ἰωάννην, ἀμύνεσθαι τῶν τούτων ὑπηρέτῃν ὑπέλειτο (10), καὶ δίκην τῆς φιλανθρωπίας διακονίας ἀπαίτειν ἐπενόει. Καὶ πρῶτον μὲν τῷ βαπτισθέντι συγκροοῦν Χριστῷ, καὶ ὡς ὁμοδούλῳ τοξεύων, ὑπὸ δεσπότου βαπτίζεται. Ἀπογνοὺς δὲ τὴν νίκην ἔχει, κατὰ Ἰωάννου στρατεύεται, καὶ τοῖς Ἡρωδίο πύθεσιν ἀνθ' ὅπλων χρησάμενος, τῷ Βαπτιστῇ μεθοδεύει τὸν θάνατον. Ὡς τῆς εὐμηχάνου τοῦ διαβόλου μανίας! Δῆμον χειροτονεῖ κατ' Ἰωάννου τὸν βασιλεύοντα. Εἰδὲν ἀνθρώπων μὲν δεσπότην Ἡρῴδην, παθῶν δὲ δοῦλον ὑπάρχοντα· εἰδὲ τὸν βασιλέα τῆς ἀκολασίας θεράποντα, καὶ τύραννον μὲν τῷ σχήματι τῆς ἀρχῆς, τυραννοῦντα μὲν δὲ τῷ νοσήματι τῆς ψυχῆς. Καὶ μὴ βλέμμα(11), διαβόλου τέχνην πρὸς ἀσεβείαν ἐκ μικροτέρων πταισμάτων ἐξελεύσασαν. Πρῶτον ἀδελφικῆς εὐνῆς τοιχωρύχον ἀπέδειξεν, ἵνα ἀπὸ τῶν τῆς μοιχείας σκαμμάτων, ἐπὶ τὴν τοῦ Βαπτιστοῦ φόνον τυχῶν (12). Τῷ χρόνῳ δὲ τὸ πᾶθος τρεφόμενον εἰς παρρησίαν ἡξίασατο. Ζῶντος οὖν (13) τοῦ ἀδελφοῦ (14) τὴν γαμετὴν ἀφετερίζεται, συμπράκτορι τῆς ἀκολασίας τῇ βασιλεῖ χρησάμενος, ἐννόμῳ τῷμῃ παράνομον συμπλέκων προαίρεσιν (15). Ἀδελφικὴ δὲ προσήγορος διὰ μέσης τῆς ἀδικίας ὀδεύουσα τὴν μοιχὴν παρανομίαν παρανομωτέραν εἰργάζετο, καὶ προσήχη τῆς ἀδικίας ἀδικίας ἐγένετο. Ἀξεί γὰρ

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
