# Sermones Xli 144.2

Basilius, Sermones Xli, 144.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/144.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/144.2

ΛΟΓΟΣ Κ. Τοῦ αὐτοῦ εἰς τὴν Χαναναίαν. α. Ἦν ἄρα καὶ συμφορὰ μεγίστης εὐφροσύνης ἀπόθεσις, καὶ πένθος εὐθυμία· παραίτων, καὶ λύπης χαρὰς ὑπερβαλλούσης ἐκδύσιν· ὅπου γὰρ πᾶρεστιν Ἰησοῦς, καὶ θρήνος πρὸς ἡδονὴν μεταβάλλεται, καὶ δακρύων φορὰ πρὸς εὐφροσύνην ἀλλάττεται. Μαρτυρεῖ βούσα τοῖς λόγοις ἡ Χαναναία, ἥς τὴν ἰστορίαν ἡ τῶν Εὐαγγελίων θαυμασίως βίβλος, βούσων ἔτι καὶ νῦν ἐπιδείκνυσιν, καὶ τὴν κραυγὴν φυλάττει, καθάπερ ἐν στήλη τῷ γράμματι· ἵνα μηδέ χρόνος ἰπιδουλεύσων παρασύρῃ τὴν μνήμην· ὅ τῆς πίστεως γὰρ καρπὸς δυνατώτερος. Καὶ μεταδὺς ἐκεῖθεν ὁ Ἰησοῦς, φησίν, ἤλθεν εἰς τὰ μέρη Τύρου, καὶ Σιδῶνος. Θεὸς μὲν ἀπανταχὼ πᾶρεστιν, καὶ τόπος οὐδεὶς θεὸν περιγράφειν ἐτόλμησεν. Ὅν δὲ τὴν φύσιν ἀόρατος, πιστοῦται τὴν παρουσίαν τὴν φορούμενον νῦν τοῖς ὁρᾶσι προβαλλόμενος. Ἦλθεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, τὰ τῶν δαιμόνων ποτὲ καταγώγια, τὰ τῶν εἰδώλων χωρία, τὰ τῆς εἰδωλολατρίας χώρας, τῆς τῶν προφητῶν κατηγορίας τὴν ὑπόθεσιν. Ἀπὸ τῆς Ἰουδαίας ἐπὶ Σιδῶνα καὶ Τύρον· ἀπὸ τῶν τῆς εὐσεβείας ἐργαστηρίων, ἐπὶ τὴν τῆς ἀσεβείας πυθμένα· ἀπὸ τῶν Μωϋσέως μαθητῶν, ἐπὶ τοὺς τῶν δαιμόνων ἐργάτας. Καὶ τίνος ἕνεκα τὰς μεταβάσεις ἐργάζεται; Ἐλεγχος Ἰουδαίων ἡ τοῦ Δεσπότου μετάβασις. Εὐεργέτης ὁμοῦ καὶ δικαστὴς ὁ Σωτὴρ περιέρχεται. Ἀσύγγνωστος γὰρ ἀληθῶς Ἰουδαίων κατάγνωσις ἡ τῶν ἐθνῶν ἐπίγνωσις. Ἐπειδὴ γὰρ ὁ πολὺς τῶν θαυμάτων ὕβρος δῆμον Ἰουδαϊκὸν πρὸς πίστιν οὐκ ἐδυσώπησεν, ἀλλ’ ἤπλωτο μὲν ἡ παραδόξος τῆς ἰατρίας σαγήνη, ἔθνος δὲ μόνον (37) Ἰουδαίων, δι’ ἀγρίωτητος βακχάντης, τὴν σωτηρίας τὴν θύραν ἀπέφυγε· τί πεποίηκεν ὁ σοφὸς ἰατρός;

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
