# Sermones Xli 148.1

Basilius, Sermones Xli, 148.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/148.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/148.1

Θεραπείας ὑπόσχεσιν. Καὶ τὰ κυνάρια ἐσθλεί (41). Δεῖξαι μοι τὴν σωτηρίαν ἢ τοῦ κυνὸς προσήγορία · μέτρον μοι γινέσθω τῆς δόσεως, τὸ μέτρον τῆς ὑδρεως. Κῦνα κέκληκας · μέρος οἰκίας τῆς δεσποτικῆς ἀπολαύσω τραπεζῆς. "Ἔχει μερίδα ψιχίων ἐν τοῖς τέκνοις ὁ κύων. Οὐχ ἀρπάττω τὸν ἄρτον, τὴν ψίχαν (42) ζητῶ· οὐχ ἐπιπιδῶ τῇ τραπέζῃ, τῶν ψιχίων ἀντέχομαι. Οὐ λέγω τὴν τρυφήν · ὁ κληρονόμος ἀπολαύετω τῆς σῆς ἐκείνης τραπέζης· ἐκ τῆς σῆς χειρὸς καὶ πρὸς ἡμᾶς πίπτέτω ψιχίων. "Ὦ πίστis! ὦ σύνεσις! ὦ Χαναναίας εὐλάβεια! Τί σὺν ὁ Σωτήρ; "Ἐκκαλύπτει τῆς σωτῆρας τὰς ὀψίας· "Ὦ γύναι, μεγάλη σου ἡ πίστις! Διὰ τοῦτο τὴν χάριν ἀνεβαλόμεν, ἵνα δείξω σου τὴν πίστιν. Οὐχ ὡς ἀπάνθρωπος ἐπιψύουν, ἀλλ' ὡς προγνώστως ἡσύχαζον· ὅλην σου δεῖξόνθαι τὴν πίστιν ἀνέμενον. Διδαχθῆναι τοὺς παρόντας ἐδουλόμην, ἡλίκος ἐν Χαναναία μαργαρίτης ἐκρύπτετο. "Ὦλη σοι τῆς θεραπεπείας ἀνοίγω τὴν τράπεζαν, οὐχ ὡς κυνὶ τὸ ψιχίον, ἀλλ' ὡς θυγατρὶ τὸν ἄρτον χαρίζομαι. Σὺ μὲν τοὺς Ἰουδαίους τῇ πίστει νενίκηκας· ἐγὼ δὲ σοι τὴν δόσιν τὴν αὐτήν. Γενηθήτω σοι ὡς θέλεις· σὺ γενοῦ τῆς θυγατρὸς ἰατρός· ἐν σαυτῇ περιφέρεις τὴν τῆς ἰάσεως φάρμακον. Βάδιζε, νικηφόρος κατὰ Ἰουδαίων καὶ δαιμόνος· ἄθλον κομίζου τῆς πίστεως τὴν θεραπεπείαν τῆς φύσεως. Μετέλωμεν πίστιν τῆς "Ἐκκλησίας τὸν στέφανον (43). "Ἀγαπήσωμεν πίστιν τὴν τῆς υἱοθεσίας θεμέλιον, πίστιν, ἧς τὴν ἀστραπὴν οὐ φέρουσι δαίμονες· πίστιν τῶν τοῦ Χριστοῦ μαθητῶν τὴν κεφαλίαν. "Ἀκούσωμεν Παύλου βοῶντος· Στήκετε ἐν τῇ πίστει (44). "Ἀδιαλείπτως προσεύχεσθε· ἵνα καὶ πρὸς ἡμᾶς ὁ Δεσπότης ταύτην ἀφῇ τὴν φωνήν· Γενηθήτω ὑμῖν ὡς θέλετε· αὐτῇ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. "Ἀμήν.

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
