# Sermones Xli 149.8

Basilius, Sermones Xli, 149.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/149.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/149.8

β’. Ἐπὶ τὸ αὐτὸ γὰρ, φησὶ, Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν, περὶ ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. Καὶ τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ἐδυστάζετο. Ἐκεῖνο δὲ πρῶτον ἐν τοῖς λεγομένοις ἰδεῖν, ὅτι πρὸς τοσοῦτον ὕψος ἀξίας ἐλάσαντες οἱ ἀπόστολοι, τῆς προσευχῆς οὐκ ἠμέλησαν· ἄνθρωποι γὰρ ὄντες καὶ αὐτοὶ τῆς ἐντεῦθεν ἀσφαλείας ἐδεόντο. Εἰ δὲ οἱ ἀπόστολοι τὴ τῆς προσευχῆς οὐκ ἀποστέονται φάρμακον, τῇ δὲ συννεχείᾳ, τοῦ πράγματος ἀναγκαῖαν τὴν ἱκεσίαν ἐμφαίνουσι· πῶς οὖν ἀξιοι κατηγορίας ἡμεῖς, ἐν ἀμελείᾳ τὸ τῆς σωτηρίας προδιδόντες ἐφόδιον (46); Οὐ γὰρ ἁμαρτωλοῖς μὲν ἐφόδιον, δικαίοις δὲ μᾶλλον ἀνάρμιστον· ἀλλ’ ἐκατέροις τοῖς τάγμασι βρύει τὰ πρόσφορα· δικαίοις μὲν τὴν τῆς δικαιοσύνης ἀσφάλειαν,

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
