# Sermones Xli 150.1

Basilius, Sermones Xli, 150.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/150.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/150.1

ἀμαρτωλὸς δὲ τὴν τῶν ἀμαρτημάτων ἀπόθεσιν· καὶ δικαίους κατὰ τῆς ἀμαρτίας ὀρίζει. Ἐσὶ τὸν αὐτὸν Πέτρος καὶ Ἰωάννης ἀνέβαινον περὶ ὥραν τῆς προσευχῆς τῇ ἑνάτῃ· καὶ τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐθαστάζετο. Εὐχὴς γίνεται πάρεργον ἢ τοῦ χωλοῦ θεραπεία, καὶ ὁ πρὸς τὴν εὐχὴν ὄρμος, ἀμελέτητον ὄρμον τῷ χειμέριῳ χαρίζεται. Ἄνθρωπος χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ἐθαστάζετο. Ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ ἐδλάσθησεν (47). Οὐκ ἀνέμεινε τὸν τόκον ἡ νόσος, ἀλλ’ ὀψύτερα τῶν ωδίνων ἡ βλάβη, ἠλεγξεν σφαλλομένην τὴν φύσιν ἡ πλάσις· σφάλλεται γὰρ πλάττουσα πολλάκις καὶ φύσις· Ἐν’ ὑπουργὸς μὴ συνδημιουργὸς δεῖξω τῷ προστάττοντι· προστάττει μὲν γὰρ τῇ φύσει Θεός, ἀτονοῦσα δὲ πρὸς τὸ πρόσταγμα τὴν δουλείαν ἐλέγχεται, καὶ τὴν θείαν ἀνάμεινι χειρα βοηθὸν παρακαλοῦσι τὴν πλάσασαν. Καὶ τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ἐθαστάζετο. Χείρας ἀλλοτρίαις πρὸς τὸν νόμον (48) ὁ χωλὸς ἐθασνίζετο· καὶ χερσὶν ἑτέραις ὡς ποσὶν ἐπαίδειο, ἐνὶ περιεγράφετο τόπῳ, τῷ πάθει δεσμοῦμενος. Καθάπερ τις λίθος ἐν τοῖς προθύροις ῥιπτούμενος. Ὅν ἐτίθουν, φησὶ, καθ’ ἡμέραν πρὸς τὴν πύλην τοῦ ἱεροῦ. Ὡς ἄφυγον τινὰ φύσιν τὸν χωλὸν ἐπιθεῖντο· ὡς τι φορτὸν ἐπὶ τὴν πύλην ἐρρίπτον, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερὸν. Τῇ πτωχείᾳ τῆς φύσεως ἡ τῶν χρημάτων πενία συνήπτετο, καὶ τοῦ ἀθλίου τὰς συμφοράς ἐμερίζοντο. Ἡ μὲν γὰρ αὐτὸν πεδητὴν ἐγέννησεν, ἡ δὲ προσάτην (49) ἐργάσατο· ἀλλ’ ἐλεεῖν ἄχρι τοῦτων ὁ πένθης, ἀριστὸς δὲ μετὰ τούτο, τῆς Πέτρου δεξιάς καρπὸν τρυγήσει ἐν θαύματι.

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
