# Sermones Xli 156.2

Basilius, Sermones Xli, 156.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/156.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/156.2

ΑΥΓΟΣ ΚΓ. Τοῦ αὐτοῦ εἰς τὸν δαιμονιώτην. α᾽. Πολλαὶ μὲν αἱ παρὰ τῶν δαιμόνων κατ᾽ ἀνθρώπων ἐπιβουλαί· πολυπλasiῶν δὲ ἡ παρὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις ὑπάρχει βοήθεια. Εἰ γὰρ μὴ σύμμαχος ἄνδων ὑπὲρ ἀνθρώπων ὑπῆλτε, πάλαι ἂν ἀπωλώλει τὸ γένος ὑπὸ τῶν δαιμόνων πολιορκούμενον. Ποῖον γὰρ ἂν καιρόν, ἢ χρόνον ἀφήκεν ἐπηρείας ἐλεύθερον; Πότε δὲ οὐ κατὰ τῆς φύσεως δίχτυα πλέκοντες θραταί, καὶ πίχται τῶν πλετέρων συμφορῶν (67) οὐ καθεσθήκασιν; Ἐπειδὴ γὰρ οὐ φύσεως πονηρὰς ὁ διάβολος, ἀλλὰ προαιρέσεως μοχθηρᾶς ὑπάρχεις, καὶ τὴν τοῦ ἀέρος παρὰ τοῦ Δημιουργοῦ κεκληρωμένος διοίκησιν, ὡς ὁ τῶν οὐρανίων ἡμῖν ἄχρωστος διηγήσατο Παῦλος, εἰπών· Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· εἶτα πρὸς τὴν φύσιν ἀρθεὶς, τῆς ἀξίας ἀλίσθησε, διὰ τὸ ὕψος τῆς γνώμης τοῦ ὕψους τῆς ἀξίας ἐκδιφρευθεὶς· καὶ γέγονεν ὁ τοῦ φρονήμα-

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
