# Sermones Xli 167.3

Basilius, Sermones Xli, 167.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/167.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/167.3

Γ. Πάλιν ἐν τοῖς τοῦ Δεσπότου χερσὶ τὸν ἄρτον ἐπήγαγε φύσις, καὶ ἔρημος ὅλη τῇ πλήθει τῶν ἐσθιόντων στενοχωρουμένη, πρὸς τὸ πλήθος τῶν χορηγουμένων οὐχ ἥρκεσε. Τί οὖν ὁ Λουκᾶς περὶ αὐτῶν; Ἦν γάρ, φησίν, ἡ καρδία αὐτῶν πεπωρωμένη ἐπὶ τοῖς ἄρτοις (5). Πάθους ὑπόθεσις τὸ τοῦ θαύματος γέγονε μέγεθος. Βούλει μαθεῖν καὶ ἐκτὸςθεν τῶν ἀποστόλων τὴν ἄγνοιαν; Τὸν Πέτρον κατιδῶμεν. Πέτρος, τῶν ἀποστόλων ὁ κορυφαῖος, ἐπειδὴ ποτε πρὸς τὸ ὄρος μεταβαλόν τὴν θέαν Χριστοῦ, καὶ ἀλλάξας τὸ σχῆμα, χρύπτει τῷ φέγγει τῆς θέας τὸν ἥλιον, καὶ παρήσαν εὐθὺς Μωϋσῆς καὶ Ἠλίας, ὁ μὲν οὕτω θανάτου γευσάμενος, ὁ δὲ τὸν ἐν νόμῳ τῶν ἀποθνῄσκοντων νεκρῶν, καὶ ζῶντων κριτὴν καὶ Δεσπότην δι’ ὧν ὑμνῶν χρυπτόντες· τότε Πέτρος, ἐκπλαγεὶ τὴν θέαν, οὐ μετρεῖ τὸ βλεπτόμενον, ἀλλ’ ἰσοτίμους σιηδεῖ τοὺς δούλους· Ποιήσωμεν, φησὶ, τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωϋσῇ μίαν, καὶ Ἠλίᾳ μίαν. Ἐφ’ οἷς ἀνῴθεν εὐθὺς κατεπῆδα νεφέλη κρύπτουσα μὲν ἐκεῖνους, διορθοῦμένη δὲ τούτου τὴν ἄγνοιαν, καὶ φωνῇ φοβερᾷ τὴν τοῦ Πέτρου γλῶτταν ἐνέφραττεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. Ἐκεῖνοι μὲν οὖν πρὸς τὴν φωνὴν δραπετεύουσιν. Ὁ δὲ Λουκᾶς, ὁ τοῦ Πέτρου μαθητής, τοῦ Πέτρου δημοσιεύει τὴν ἄγνοιαν· Ταῦτα, φησίν,

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
