# Sermones Xli 175.26-54

Basilius, Sermones Xli, 175.26 to 175.54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/175.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/175.26

με· γυμνός, καὶ περιεβάλετέ με. Ἄ γὰρ τοὺς ἐμοὺς χορηγεῖς, ἐμοὶ γεωργεῖς. Ἐγὼ δι’ ἐκεῖνους, καὶ γυμνός, καὶ ξένος, καὶ πλανήτης, καὶ πένης· ἐκείνων ἡ δόσις, ἐμοὶ δὲ ἡ χάρις. Ἐγὼ μετ’ ἐκείνων τὴν ἰκεσίαν μαστιζομαι. Πρὸ τῆς δίκης τὸν δικαστὴν δωροδόκησον. Ἀδς αὐτῷ φιλανθρωπίας προφάσεις· δὸς αὐτῷ τῆς συγγνώμης τὸ ὕλας. Μὴ τὰς ἐναντίας αὐτοῦ φωνὰς ἀναμείνωμεν· Τότε τοὺς [ἐξ] εὐωνύμων ἔρει· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ καταραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ποιᾶι οὖν πράξεσι τὴν διάβόλῳ συγκατακρίνομεν; Ἐπεινάσα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· διψήσα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με. Τίς οἰκείον ποιμένα παραβλέπει πεινῶντα; τίς τὸν μετ’ ὀλίγον δικαστὴν παρορᾷ γυμνητεύοντα; τίς τὸν τῆς οἰκουμένης κριτὴν κατακρίνει τῇ δίψῃ; Οὐδε δωροδεκτοῖδα Χριστὸς ταῖς τῶν πενήτων χερσίν· οὐδε δόσει μικρᾷ μακρὰν τιμωρίαν ἀπαλείφειν. Ἐλεῶ τὸ πῦρ κατασβέσωμεν· τῇ πρὸς ἀλλήλους φιλανθρωπίᾳ τὰς καθ’ ἡμῶν ἀποφάσεις καλλύσωμεν· γενώμεθα πρὸς ἀλλήλους εὐσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς ὁ Θεὸς ἐν Χριστῷ. Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΚΖ. Τοῦ αὐτοῦ εἰς τὰ Ὀλύμπια. 2. Καὶ τερπνὸς παρατρέχων ὁ χρόνος, καὶ φοβερός. Τερπνὸς μὲν, ἀφ’ ὧν ἀπολαύσεως φαντασίαν τοῖς ἀνθρώποις χαρίζεται· φοβερός δὲ τῇ λανθάνουσι τὰς τῶν βεβιωμένων παραπέμπειν εὐθύναις. Ἀγὼν γὰρ ἀνθρώποις ὁ βίος, καὶ ἀγωνοθέτης ὁ Πλάστης, ἐκάστῳ μετὰ τὴν ζωὴν πρόσφορον ἀπονέμων τὸ τέλος·

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
