# Sermones Xli 182.1

Basilius, Sermones Xli, 182.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/182.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/182.1

τῷ Δεσπότῃ τὸν μαθητὴν ὑποκρινεται, ἵνα τέχνην θαυμάτων μαθῶν, ἔχῃ χρημάτων ἐμπορίαν τὰ θαύματα. Ἀκολουθήσω γάρ, φησίν, ὅπου ἂν ἀπέρχῃ. Πρὸς δὲ ὁ Κύριος, πρὸς τὴν γνώμην, οὐ πρὸς τὴν φωνήν, ἀποκρίνεται, γυμνάσας τῷ λόγῳ τὸν τρόπον· Αἱ ἀλώπεκες γάρ, φησί, φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐχ ἔχει ποῦ τὴν κεφαλὴν κλῖνῃ. Τί θαυμάτων ὑποκρινεῖ πόθον, χρημάτων χρητοῦμενος ἐρωτῇ; Τί πλοῦτον ζητῶν, πρὸς τὸν τῆς πενίας νομοθέτην ἐλθὺς ἦλθες; Οὐ γίνεται πρόσδοκος χρημάτων τὰ θαύματα. Πτηνὸν πεντέστερον ἐμὲ τὸν θαυματουργγοῦντα θεώρησον. Οὐ γίνεται χρυσὸς θαυμάτων καρπός, οὐδὲ τοῦτο ἡμῖν παραδόξων γέωργιον. Οὕτω καὶ νῦν, οὐ πρὸς τὴν τῶν μαθητῶν ἐρώτησιν ἀποκρίνεται· συμβουλεύει δὲ τοῖς ἐρωτοῦσι τὰ δέοντα. Τίς ἄρα μείζων ἐστίν; Τί με, φησί, πρόφρων ἀπαιτεῖτε τῶν μελλόντων ἀποφάσαι· τὸ πρὸ καιροῦ δικαστήριον διαβέβηκε βιάζεσθε; Τί ἐν τῇς κρίσεως διὰ τῆς ἐρωτήσεως ὑφαρπάζετε θρόνον; Παραίνεσθας ὁ καιρός, οὐχὶ κρίσεως· ἀγῶνὸν καιρός, οὐ σῶν ἀγωνισμάτων ἀντίδοσις. Τί με νῦν ἀγωνοθέτην πρὸ τῶν ἀγῶνων γενέσθαι βιάζεσθε; Ἴδω πρῶτον τὸν χάματον, καὶ τότε δωροῦμαι τὸν στέφανον. Ἴδω τὰ ἔργα, καὶ τὴν ἀξίαν ψηφίσωμαι. Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὸ παιδίον. Τί περὶ πρωτείων ἐρίζετε, τὴν ὁδὸν τῆς βασιλείας πολυπραγμονεῖν καταλείφαντες; Τί μήπω τὴν κλῆσιν εὑρόντες, τὸ πρωτεύειν φαντάζεσθε; Αὕτη μόνη τῆς βασιλείας ὁδός, αὕτη τῶν οὐρανῶν κλίμαξ· Ἐὰν μὴ στραφῆτε, καὶ γέ-νησθε ὡς τὸ παιδίον· οὐχ ἵνα τὴν φύσιν ἀνακάμπτειν βιάζησθε, οὐδ’ ἵνα τὴν ἡλικίαν ὑποστρέψαι παρὰ φύσιν ὑποποδιζειν διδάξητε· ἀλλὰ τὸν τρόπον, μὴ τὸν χρόνον ἀλλάξατε. γ’. Νικόδημος μὲν οὖν ὁ τὴν νύκτα πρὸς μαθησείαν ἐλθὼν, συνεργὸν ἐπισπώμενος, ὁ νυκτὸς μαθητὴς τῇ σκάφῃ θεραπεύσας τὸν φόβον, ἀκούσας ποτὲ τοῦ Σωτῆρος· Ἐὰν μὴ τις γεννηθῇ ἄνωθεν, οὐ δύνασται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν φύσιν προβάλλεται τῶν χρόνων ἀντίλογον, καὶ καταφεύγει πρὸς τὸν χρόνον, τὴν χάριν οὐ λογιζόμενος. Καὶ πῶς δύναται, φησίν, ἄνθρωπος γέρων ὤν, εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ; Ἀπόλεσον, ὦ Νικόδημε, τοὺς λόγους τῆς χάριτος· οἶδε καὶ πρεσβύτας ἀναπλάττειν, καὶ γέροντα τόκον χαρίσεσθαι. Ἄλλ’ ἡ τῆς φύσεως γέννησις τῷ τεχθέντι τὴν οὐν ὑποστρώννυσιν· αἱ τῆς χάριτος ὠδῖνες οὐρανὴν τῷ τεχθέν ἀπογράφουσι. Μὴ δῆτα καὶ ὑμεῖς, ὦ μαθηταί, τὰς Νικοδήμου φωνὰς μελετήσατε, μηδὲ τὰς ἀπίστους ἐκείνου ὑποδείξατε ῥήσεις· Πῶς γενήσεται δυνατὸν παιδίον; πῶς ὑποστρέψαι αὐθίς περασώμεθα φύσιν; Βούλεσθε γενέσθαι παιδιά;· μικρήσαθω τῶν παιδίων τὸ ἦθος, δικαῖον ἀναλάβετε τρόπον. Ἐκεῖνος λόγος ἀξίας οὐδεῖς· ἐκεῖνα φιλοπρωτία οὐ γεννήσκει πᾶθος· οὐχ οἷδε πατέρας ἐπανθοῦσαν εὐγένειαν· οὐχ ἐπὶ πλοῦτου ὑπερηφανία κομπάζει, οὐδὲ περὶ γονικῶν ἀξιωμάτων (52) πλῆθος. Καὶ ὅμ-

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
