# Sermones Xli 189.1

Basilius, Sermones Xli, 189.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/189.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/189.1

A Ἀ οὐδὲ τῇ ὑποσχέσει μεγέθος ὀκλάζειν αὐτοῖς τὰς ἐλπίδας ἐποίησεν, οὐδὲ λόγους ἀφίεναι τοιούτους πρὸς τὸν Δεσπότην ἐξεδιδάξατο. Τί χλευάζεις τοὺς κῆμασι προσπαλαίοντας, ἄνθρωπε; τί τὸν κόπον ἡμῶν διασκίζεις τοῖς τοῦ γέλουτος θύμασι; Θαλαττουργοῦντας ὁρῶς, καὶ χρώμενος τῇν εὐτέλειαν τῇ τέχνῃ, καὶ λέγεις Δεῦτε, ποιήσω ὑμᾶς ἀλιεῖς ἀνθρώπων; Ποῖον προβαλλόμενοι πλοῦτον, εἴπέ μοι, τοὺς ὄρνυτας ἐκδυσωπήσωμεν; ἢ τὰ διεργώτα δείξωμεν δίχτυα, καὶ τοὺς δήμους ὡς θήρας ἀγρεύσωμεν; Ποίαν κινήσαντες γλῶτταν τῷ κάλλει τῶν λόγων τὰς ἀκοὰς σαγηνεύσωμεν; ἢ ῥήμασιν ναυτικοῖς βασιλέων ψυχὰς χειρισώμεθα (68); Πρὸς ἰχθύων τὴν τέχνην, οὐ πρὸς ἀνθρώπους μεμελετήκαμεν. Οὐδὲν τοιούτον, οὐχ εἰπόντες, οὐχ ἐννοήσαντες, ἀλλ' ὡς ἀληθῶς ἀχτίστειρ τῷ λόγῳ περιπαρέντες, ἡκολούθουν φθεγγομένῳ Δεσπότῃ, καὶ ἄλλας τὸν τρόπον ἐν ἑαυτοῖς ἐδιδάσκοντο. Ἄγρειν ἐμάνθανον, καὶ ἀ πράττειν ἐμελλον, πρώτων τοῖς ἔργοις ὑπέμενον. Ἔλεγε Δεῦτε, καὶ ἡκολούθουν καλούμενοι. Ὦ ῥημάτων διὰ πραγμάτων ἀποδείξεις! Δεῦτε ἐγὼ τοῖς ὑμετέροις ῥήμασι προσπλέκω τὸ δέλεαρ ἐγὼ δήμους καὶ πόλεις ταῖς ὑμετέραις ἐπιστρεφῶ φωναῖς, ἀπαρχὰς ὑμᾶς τῆς ἐμῆς σαγήνης ἐργάζομαι. Ἀπ' αὐτῶν γὰρ εἰς ὑμᾶς δι' ὑμῶν. Ἐνὴν μοι βασιλεύσιν ὑπηρετὰς προσχρησαθαι ἐνὴν μοι ῥητόρων γλώττας θεραπαινὰς ἐλκύσαι τοῦ δόγματος· ἐδυνάμην τοῖς τῶν ἀγγέλων τάγμασι καταπιστεύσαι τὸ κήρυγμα ἀλλὰ τὸ τῶν ὑπηρετούντων περιφανὲς τῷ ἐμῷ παρεσπάσατο δοξολογίαν. Ὑποκλέπτει γὰρ τοῦ ποιούντος τὴν δόξαν, τοῦ ὑπηρετοῦντος ἡ δύναμις. Παραιτοῦμαι πλοῦτον ὑπηρετοῦντα, μὴ νοθεύσῃ τὸ θαῦμα συνεργαζόμενος. Ὑμᾶς εὕρισκω πιστοὺς τῶν ἐμῶν θαυμάτων τοὺς φύλακας. Οἷς γὰρ ἀνθρώπινον οὐδὲν πρόσεισι πλέονἐκτημα, παρὰ τούτοις ἡ τῆς Θεότητος ἀκέραιος διαφυλάττεται δύναμις. Οὗτο γὰρ καὶ στρατιώτης θαυμαζεται, ὅταν ὀπλοῖς εὐτελεσὶ πρὸς ἀριστείαν προσχρήσῃται. Θέλει γὰρ ἀρετὴ τὴν τοῦ κατορθώματος δόξαν τῷ κατορθοῦντι μερίζειν. Προσαναστελλέσθω τῆς ἀπιστίας τὰ ῥήματα, ἐμφραττέσθω γλῶττα, χώραν συκοφαντίας οὐχ ἔχουσα. Μὴ λεγέτω τις ἀσεδης, χώρας ὁμοῦ καὶ πόλεις αὐτοῖλῃσαι ὁρῶν πρὸς τὸ κήρυγμα Πῶς γὰρ οὐχ ἐμελλε πειθεῖν Χριστός; σοφιστὰς προέβαλλετο κήρυκας ὀπλοῖς φρόβους ψυχὰς παρεστήσατο χρήματα δείξας, ὀφθαλμοὺς ἐδελέασε φόβῳ τὴν γνώμην χειρίσται πλήθεςι τὰ πλήθη πρὸς ἑαυτὸν ὑπήγαγετο. Τούτων ἀπάντων ὑμεῖς γεγυμνωμένοι, γυμνοὺς ἐγκλημάτων (69) τοὺς συκοφάντας ἐλέγξατε. Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἀλιεῖς ἀνθρώπων. Γενού μετὰ τὴν θαλάτταν ἀλιεὺς ἡπειρότης, περιβαλλέσθω δικτύοις ἡ γῆ. Ἀλιεῖς ἀνθρώπων ὑπάρχετε. Ἐπειδή γὰρ τὰς τῶν ἰχθύων ἐπαναστάσεις κατ' ἀλλήλων ἐνόησαν ἄνθρωποι, ταῖς ὑμετέραις σαγήναις περιπιπτόντων, τὰ τῶν ἰχθύων πρὸς σωτηρίαν ὑπομενέτωσαν.

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
