# Sermones Xli 193.1

Basilius, Sermones Xli, 193.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/193.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/193.1

ἠγύοντο. Καὶ πάλιν ὀργνούντων μελετῶσι φωνάς· Τί ποιήσωμεν, ὅτι ὁ ἄνθρωπος οὗτος τοιαῦτα σημεῖα (82) ποιεῖ; Κοινὴ τῆς φύσεως λύπη τῶν Ἰουδαίων τρόπος. Ἐοὺς τοῦ φόνου τὸ πλῆθος οὐ φέροντες, ἀδοξὸν φόνον ἐνόμιζον· τὸν σταυρὸν μηχανοῦνται, καὶ τῶν θαυμάτων παρανομίας αἰσχύναν κεράσαντες οἰκείου φθόνου θεραπείαν εὕρισκον. Ἄλλ' οὐκ ἐλάνθανε ταῦτα Χριστὸν, τὸν ἔχοντα τὸ πάθος ὑποδύομενον, τὸν πάλαι διὰ προφητῶν κατὰ θανάτου ἀπειλησάντα (83)· Λύσατε γὰρ τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Οὐκ ἐλάνθανε τὸ πάθος τὸν εἰπόντα· Ἔξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ ἔξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Τὸ γὰρ τῆς Θείας οἰκονομίας πάθος, παρ' Ἰουδαίων μὲν παρανόμως τολμώμενον, παρὰ δὲ τοῦ Θεοῦ πρὸς σωτηρίαν οἰκονομούμενον. Ἄλλ' ὁ φιλόχριστος τῶν ἀποστόλων χορὸς θύμωι περὶ τοῦ πάθους ἀκούων, καὶ τὴν ψυχὴν τῷ λόγῳ πληττόμενοι, τῷ πένθει τὸ πάθος προελάμβανον. Μαλάττων δὲ τῆς λύπης τὴν ὑπερολὴν τοῖς μαθηταῖς ὁ Σωτήρ, συνέπλακε τῇ μνήμῃ τοῦ πάθους, τὴν τῆς ἀναστάσεως προρρήσιν· αὐτὸ τε τὸ πάθος ποικιλῶς περιάγων τοῖς λόγοις, τῇ τῆς διηγήσεως μελέτῃ κουφότερον ποιῶν, ἵνα μὴ τῷ ἀθρόῳ τῆς ὄψεως καταπλαγέντες, τῷ πλείονι πένθει τὴν ψυχὴν βαπτισθοῦσι. Διὰ τοῦτο καὶ νῦν ὁ Σωτὴρ ταύτας περὶ τοῦ πάθους, πρὸ τοῦ πάθους, τὰς φωνὰς κατεπῆδων· Ἰδοὺ, φησίν, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας πρεσβυτέρων καὶ γραμματέων, καὶ ἀποκτενοῦσιν αὐτόν (84), καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Δείκνυσι καὶ τοῦ χρόνου τὴν γνώσιν, καὶ τὸ τοῦ πάθους ἐκούσιον. Ἐνὴν μοι, φησὶ, καὶ παραιτησασθαι τὸ πάθος ἐπισχοντι τὸν δρόμον, καὶ παραδραμεῖν τὴν ἀναίρεσιν τὸ τοῦ φόνου παρατιτουμένον χωρίον· ἄλλὰ καιρὸς τὸν σταυρὸν ἀπαιτεῖ, καὶ ἡ χρεία τὸ πάθος ὠδίνει, καὶ πάρεισι προθεσμια τῆς ἐμῆς παρουσίας τὴν αἰτίαν ζητοῦσα. Διὰ τοῦτο πρῶην τὰς τῶν λίθων ἐπαγωγὰς· παρητήσαμην βολὰς, σταυρὸν ἀναμένων. Διὰ τοῦτο τὴν περὶ τῶν κρημνῶν ἐπιβουλὴν παρηγγειλάμην. Ἦλθον γὰρ τὸν ἐν ξύλῳ τοῦ Ἁδάμ θάνατον ὀάναντον, ἵνα ξύλῳ προσηλωθεὶς τῶν διὰ τοῦ ξύλου κακῶν ἀνέλῃ τὴν παράδοσιν. Ὑπηρέται δὲ μοι τοῦ πάθους Φαρισαῖοι, καὶ γραμματεῖς, καὶ πρεσβύτεροι, τὰ τοῦ Νόμου κεφάλαια, οἱ τῇ Μωυσέως καθέδρᾳ φιλοτιμούμενοι τῇ διαβόλου συμπράττοντες· οἱ τοῦ νομοθέτου μαθηταί, τοῦ παρανομούντος ὑπαρτισπαί. Ὑμῖν δὲ τοῖς ἐμοῖς προλέγω τὸ πάθος, καὶ θεραπεύω τὴν λύπην προμηγύνων ἀνάστασιν. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
