# Sermones Xli 193.2-195.32

Basilius, Sermones Xli, 193.2 to 195.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/193.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/193.2

(84) Παραδοθήσεται εἰς χεῖρας πρεσβυτέρων καὶ γραμματέων, καὶ ἀποκτενοῦσιν αὐτόν. Matth. xx : Παραδοθήσεται τοῖς ἄρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ. τὸν ἄδην διάδοχον περιμένειν ἀνάστασιν. Ἐν ἐμοὶ γὰρ καὶ θάνατος παύεται, καὶ ἀθανασία φυτεύεται. Μικρὸν ἔσται τῆς τελευτῆς καὶ τῆς ζωῆς· τὸ μεταίχμιον. Οὐ γὰρ ὡς ὀφειλέτης ἁμαρτίας, ἀλλ’ ὡς ἀναιρετὴς κατέρχομαι. οὐσαί σοι τὴν τοῦ πάθους ὠφελείαν λέγω· Οὐ τῷ μωλῷσι ὑμεῖς πάντες ἰδήσητε. Καταγνώσεται σοι καὶ Ἰερεμίας εἰκονίῳ τὸ πάθος· Ἰδοὺ ὡς ἀρνίον (88) ἀκακον ἀνήνεχον τοῦ θύεσθαι, οὐκ ἔγνω. Ἐσέφθην ὁ Δαυὶδ ἐγκαλέσει σε, τῇ ἔντιμον τοῦ πάθους· κιθαρίῳ εὐώδιαν (89)· Σμύρναν, καὶ στέακην, καὶ κασσίαν ἀπὸ τῶν ἱματίων σου. Ζαχαρίας σε περιιστήσει λέγων· Καὶ ὄψονται πρὸς με, πρὸς ὃν ἐξεκέντησαν (90). Ἄλλος ἐπὶ- ρωθεν· Καὶ δύσεται ὁ ἥλιος μεσημβρίας. Καὶ πάλιν· Οὔτε ἡμέρα, οὔτε νὺξ, καὶ πρὸς ἐσπέραν ἔσται φῶς. Ἀνάμεινον, ὦ Πέτρε, καὶ ὄψει τῶν ῥημάτων τὰ πράγματα· ἥλιον μέσης ἡμέρας ἀπαρζά- μενον, νύκτα πρόωρον ἐπακολουθῆν τῇ κτίσει· πέτρας διαιρουμένας, σκυλευόμενον ἤδη· ἀκυρούμενον θάνατον· ἐκπίπτοντα τυραννίδος διάβολον· νεκρῶν δῆμον ἐλευθερον. Ταῦτα, ὦ Πέτρε, κωλύσω; ταῦτα ἐπίσχω; τούτων ἀνέλω τὴν παράδοσιν; Ὑπαγε ὀπίσω μου, Σατανά· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Τίς οὖν ἡ τῶν ῥημάτων τραχύτης, ὦ Δέσποτα; τίς ἡ φοβερὰ κατὰ τοῦ Πέτρου νῦν ἐπιτίμησις; Ἀρτίως ἤκουσεν· Μακάριος εἶ, Σίμων Βαριών, καὶ νῦν Σατανᾶν ἀποκαλεῖς τὸν ἀπόστολον; Ἀρτίως ἔλεγες· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ νῦν σκάνδαλον, καὶ ὄργανον διαβόλου καλεῖς; Καὶ ὁ μὲν Ἰούδας οὐκ ἐπιτιμᾶται· καίτοι πειράσκει, φονεύει, κατὰ σοῦ τοῖς Ἰουδαίοις συντίθεται· μὴρ τιμώμενον βλέπει, ἀγανακτεῖ, καὶ τῆς τιμῆς ἀπωλείαν σαφῶς ἀναβοᾷ· Εἰς τί ἡ ἀπώλεια αὕτη; ἠδύνατο τοῦτο πραθῆναι πολλοῦ (91)· καὶ τοῖς λόγοις ἐλέγχει τὸν τρόπον· καὶ οὐκ ἠγανάκτησεν, καὶ οὐκ ἐπετίμησας· τοῦναντίον μὲν οὖν ἐλεεινολογίᾳ τὸν θυμὸν διεκρούσω· Τί κόπους, λέγων, παρέχετε τῇ

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
