# Sermones Xli 204.1-37

Basilius, Sermones Xli, 204.1 to 204.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/204.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/204.1

πρὸς τὸ ξένον τοῦ θαύματος, ὅντὰ κατὰ μικρὸν ὑπ- οπεύη τὸ γινόμενον διὰ τοῦτο τῷ πλήθει τῶν περισσευμάτων παρατείνει τὸ γεγονὸς τὴν μνήμην, ἵνα καθ' ἡμέραν βροῦσι μελετῶσι τὴν γνώσιν, μερὶ τὴν μνήμην. Δέχο μοι τὸν Εὐαγγελιστὴν τῶν λεγόμενων συνήγορον. "Ιπ γάρ, φησίν, ἡ καρδία αὐτῶν πεπρωμένη (24) ἐκ τοῖς ἄρτοις. "Εξαγγέλει τὸ πάθος, ἵνα κρυφὴ τὸ θαῦμα. Μέγα μὲν οὖν τὸ καὶ πέντε μόνους ἄρτους τοσαύταις χιλιάσιν ἀρκεῖν τὸ δὲ καὶ τοσαύτην γενέσθαι περιττευμά- των πλήθων, οὐ μόνον τοῖς μαθηταῖς ἐγένετο τὴν μνήμην τοῦ θαύματος, ἀλλὰ καὶ τοῦ πεποιηκότος τὴν ἰσχὺν ἐνεφάνισεν. Εἰ γὰρ συνεμέτρησε τῇ χρείᾳ τὴν δύσιν, ἐνοθεῦτο τῆς φιλοτιμίας ἡ χάρις, καὶ οὐτω Δεσπότης ὁ πράξας, ὡς τῇ χρείᾳ δουλεύσας ἐφαίνετο. Νυνὶ δὲ πλατυτέρα γενομένη τῆς χρείας ἡ χορηγία, τὴν τοῦ πεποιηκότος ἐξουσίαν μαρτυρεῖται. Καὶ μάλα μὲν ἐτέρωθεν σαφῶς τὸ λεγόμενον. "Εξ οὐρανοῦ ποτε τὸ μάννα διὰ Μωϋσέως τοῖς Ἰσραηλίταις ἐδόδοτο (25). "Αλλ' ἐπειδὴ δοῦλος ἦν τοῦ θαύματος ὑπουργός, συνεδούλευε τῷ δώρῳ τῇ χρείᾳ, καὶ τὸ περιττὸν ἠφανίζετο. Καὶ χεῖρ ἀπληστων περὶ τὴν συλλογὴν νοστήσασα, συνοσεὶν τὸ δῶρον ἠνάγκασε καὶ τὴν βρώσιν ζυγοστατῶν ὁ οὐρανός, τοῖς Ἰουδαίοις κατεῖπετ· καὶ χρόνος ἐνίκα τὸ δῶρον, καὶ προθεσμίαν εἶχεν ἡ χάρις. "Ως γὰρ πέρας αὐτοῖς εἶχεν ὁ κατὰ τὴν ἔρημον δρόμος, καὶ ἡ γῆ λοιπὸν τὸν συνθῆν τῆς φύσεως ἄρτον ὑπέδειξε τότε τὸ μάννα συνεστέλλετο, καὶ τὸ ἐξ οὐρανοῦ ταμεῖον τοῖς ἀνθρώποις ἐκλείετο. Μετένεγκε τὸν νοῦν ἐπ' ἕτερον οἴκείτην ἐν προθεσμίᾳ θαυματουργεῖν κελευόμενον. "Ηλίας ὁ μέγας ὀρχὼν τῶν οὐρανῶν στερίσας, καὶ χεῖλεσι τὸν ἀέρα πεδήσας, καὶ φωνῇ καταδίκας ἀργίας τὴν κτίσιν οὕτως τῆς ξενδόχου χήρας πηγάζειν τὸ ἔλαιον ἐπεισε καὶ τὸ ἄλευρον βραχὺς οὐ συν- εμοῦτο τῷ χρόνῳ· ἀλλ' ὅσον ἡ φύσις ἀνήλισκε, τοσοῦτον ἡ χάρις ἀνέδρευν. "Επειδὴ γέγονεν ὁ ὑετός, καὶ τὸ τοῦ "Ηλία δῶρον ἀφίστατο. Θεραπεύων, ἰκε- τευτικῶς (26) ὑπουργῶν, οὐ δεσποτικῶς ποτε φιλοτιμούμενος.

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
