# Sermones Xli 216.2

Basilius, Sermones Xli, 216.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/216.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/216.2

Β. Ἐμὲ δὲ αἱ τῶν νηπίων ἐτι περιηγχοῦσι βοαί, καὶ βλέπειν ταῦτα νενοδίας, κεκραγότα μὲν ἀσπασμὲν ἐκκληξέως, καὶ πρὸς τὰς τῶν ξιφῶν αὐτὰς ἐπιβλέποντα, καὶ μετὰ δέους ἀποκλινόμενα πρὸς τὰς τῶν μητέρων ἀγκάλας, ὡς ἀσφαλεῖς, εἴτα εἰς αὐτοὺς τοὺς κόλπους καταδύομενα. Δοκῶ δὲ καὶ αὐτὰς τὰς μητέρας ὁρᾶν, ἄλλην ἄλληλῃ τῆς πόλεως διατρέψαν μετὰ τῶν ἐλεεινῶν ἐκείνων καὶ γλυκύνων φορτίων, καὶ ζητοῦσαν τόπον ἀποφυγῆς· καὶ τὴν μὲν οὐδὲ καλύπτραν εὐσχήμονα λαβοῦσαν ἐν ἀκμῇ τῶν δεινῶν· τὴν δὲ ἣν εἶχεν ἀποβολοῦσαν ἐν τοῖς ἀλλοχότοις δρόμοις, καὶ ρίψασαν ἄλλην δὲ εἰλὴ κεχυμένας τὰς κόμας ἐπιβάλλουσαν τῷ παιδί, καὶ τῇ τοιαύτῃ σχέτῃ τὸ βρέφος ἀποκλέπτειν τῶν κινδύνων ἐλπίζουσαν· ἄλλην ἐγκαταλελειμμένην ὑπὸ τῶν διωκόντων σφοδρῶς, εἴτα ἀφισταμένην τοῦ δρόμου, καὶ πεπληγυῖαν ὑπὸ τοῦ δέους, καὶ δακρύουσαν τοῖς ὀφθαλμοῖς, πρὸς τὴν τῆς μαχαίρας ἀποβλέπουσαν ἀτραπὴν, τὸ βλέμμα ἐπιμερίζουσαν τῃ τε ὁρμῇ τοῦ ξίφους, καὶ τῷ παιδίῳ τῷ πλητεσθαι μέλλοντι, καὶ προτιθεῖσαν ἑαυτὴν (63) τῇ φορᾷ τοῦ σιδήρου μετὰ σπουδῆς. Καὶ πάλιν ἄλλην οὐδὲ κινεῖσθαι που δυ-

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
