# Sermones Xli 229.1

Basilius, Sermones Xli, 229.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/229.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/229.1

201 A διότι καταλείφθη ἐπανανέωσις αὐτῶν ποτε, προσέθηκεν ὁ ἄγγελος: "Ἐπ' ἀφανισμῷ ὡς συντελείας***. Τὴν δὲ λάρων τοῦ θυμοῦ Τίτον λέγει (30) προστιθεὶς, Καὶ σπονδὴς ἀπ' ἀφανισμοῦ. Ἐπὶ δὲ πλείους βεβαιώσας ἐπαναλαβὼν ὁ ἄγγελος καὶ τὰ τῆς ἐβδομάδος, καὶ τὰ τοῦ ἡμίους τῆς ἐβδομάδος, προσθεὶς περὶ τοῦ ἀνδριάντος (31), ὅνπερ ἐν τῷ ναῷ αὐτῶν τῷ ἁγίῳ καθῆρυσε, καὶ προσκυνεῖν αὐτοὺς ἐποίησε. Τοῦτο γὰρ καὶ βδέλυγμα τῶν ἐρημώσεων ἐκάλεσεν ὁ ἄγγελος, ὅτι τοῦτο ἐδεδίωσαν ποτὲ οἱ ἐρημωθέντες Ἰουδαῖοι. Τοῦτο γὰρ ἐρήμωσιν ἐκάλεσε, καθὼς καὶ αὐτὸς ὁ Σωτὴρ περὶ τούτου ἔλεγεν: "Ὅταν καὶ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως (32), τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ (33), γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. Σημαίνων δὲ ὁ ἄγγελος ὅς ποτε ἔσται τὰ περὶ αὐτούς, καὶ τοῦτο δευτεροῖ λέγων, "Ἔως συντελείας καιροῦ συντελεία δοθήσεται ἐπὶ τῶν ἐρήμων· συντελείαν καὶ ἐπανοῦδα καλῶν τοὺς ἐρημωθέντας Ἰουδαίους. Ἐπειδὴ γὰρ [περὶ] τῆς προτέρας αἰχμαλωσίας τῆς ἐπὶ Ναβουχοδονόσορ Ἰερεμίας προφητεύσας, καὶ τὸν καιρὸν τῆς ἐπανόδου ἐδήλωσεν αὐτοῖς εἰπών "Ὅταν πληρωθῇ Βαβυλῶν ἐβδομήκοντα ἔτη (34),

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
