# Sermones Xli 230.1

Basilius, Sermones Xli, 230.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/230.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/230.1

Ὁ μὲν ἀρχάγγελος Γαβριὴλ οὐδεμίαν ἐλπίδα ματαίαν προσδοκᾶν αὐτοὺς κατέλειπεν, εἰπών· Ἐως συρρελαίας καιρὸν συντελεία δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Ταῦτα γὰρ αὐτοῖς συμβέβηκε τοῦ Θεοῦ αὐτοὺς ἐγκαταλείψαντος, δι’ ἣν ἠσέβησαν εἰς τὸν Χριστὸν ἀσεβείαν· καθὼς καὶ Δαυὶδ προφητεύσων περὶ τῆς τοιαύτης αὐτῶν ἀσεβείας λέγει· Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνῆλθονσαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Τὴν δὲ ἐγκατάλειψιν αὐτῶν τὴν διὰ ταύτην τὴν ἀνομίαν, ἐφεξῆς λέγει οὕτως· Διαρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ἑαυτὸν αὐτῶν. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκτελασεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτημεῖ αὐτούς. Ὡστε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Καθὼς καὶ αὐτὸς ὁ Κύριος ἡμῶν διὰ τοῦ προφήτου Ἰερεμίου προέλεγεν περὶ τῆς τοιαύτης αὐτῶν ἐγκαταλείψεως· Ἐγκατέλειπον τὴν γῆν μου, ἀρξῃν τὴν κληρονομίαν μου (35), ἔδωκα τὴν ἡπαρημένην ψυχὴν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
