# Sermones Xli 232.3

Basilius, Sermones Xli, 232.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/232.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/232.3

Αὐσονίου βασιλῆος ἐπεκράθησεν ἀκωχῇ A Καίσαρ ἐτη κβ'. Τῷ δὲ ἰη' ἔτει τῆς βασιλείας αὐτοῦ, πληρώσας τὴν οἰκονομίαν ὁ Σωτὴρ, σταυρωθεὶς, ἰ.ἰ.ἰ. ἀναστὰς ἐκ νεκρῶν, ἀνελήφθη μετὰ ὑπγ' ἐτῶ τοῦ οἰκοδομηθῆναι τὴν Ἱερουσαλὴμ, κατὰ τὴν τοῦ ἀγγέλου προφητείαν, μετὰ ἐβδομάδας ἐτῶν ζθ', οὕτως : Ἀπὸ α' ἔτους Κύρου μετὰ Ἀστυάγην, ἐφ' οὗ ὁ Βηλ κατεστράφη, καὶ ὁ δράκων ἀπεκτάνθη, εἰς τὴν οἰκοδομὴν τῆς Ἱερουσαλὴμ ἔτη γ'. Ἀπὸ δὲ τῆς οἰκοδομῆς Ἱερουσαλὴμ ἕως καθαρίσεως Δαρείου ἔτη ρλε', καὶ ἀφ' οὗ καθῃρέθη Δαρεῖος ἕως Αὐγούστου ἔτη σπζ'. Αὐγούστου μετὰ τὸν θάνατον Κλεοπάτρας ἔτη μγ'. Πρὸ γὰρ τοῦ θανάτου αὐτῆς κατέσχεν ἔτη τριζ. Καὶ διὰ τοῦτό τινες λέγουσιν αὐτὸν βασιλεύσαι ἔτη μζ'. Τιβεριου Καίσαρος ἔτη ιη'. Τῷ γὰρ ἰη' αὐτοῦ ἔτει ὁ Κύριος ἀνελήφθη, ὡς εἶναί ἀπὸ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλὴμ ἕως τοῦ Χριστοῦ ἀναλήψεως ἔτη B ὑπγ' ἐβδομάδες ἐτῶν ζθ'. Μετὰ δὲ τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἕως τρίτου ἔτους Γαίου, ἑτέρα ἐβδομας μία ὡς εἶναι ἐβδομάδες ἐτῶν ο' κατὰ τὸν τοῦ ἀγγέλου προφητείαν. Αὕτη γὰρ ἐστὶν ἡ ἐβδομὰς ἣν εἶπεν Καὶ δυναμώσει διαθήκην πολλοῖς. Αὗται γὰρ εἰσιν αἱ ἐβδομάδες αἱ ῥηθεῖσαι πρὸς ἀναπλήρωσιν τῶν ἁμαρτιῶν αὐτῶν. Ἴνα, ἐὰν μὲν θελήσωσιν ἀκοῦσαι τῆς φωνῆς τῆς σάλπιγγος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀπαλείψωσιν αὐτῶν πᾶσαι αἱ ἁμαρτίαι καὶ αἱ ἀνομίαι. Εἰ δὲ μὴ προύξωσιν τῇ σωτηρίῳ αὐτοῦ διδασκαλίᾳ, τότε διαβῆναι τὴν χάριν τῆς οὐρανίου δωρεᾶς εἰς τὰ ἔθνη τὰ ὑπακούσαντα τῇ ἀγίᾳ αὐτοῦ κλήσει. Καθάπερ αὐτὸς ὁ Σωτὴρ διὰ τοῦ προφήτου ἔλεγε· Καὶ εἶπα, Ἀκούσατε τῆς ζω- C νῆς τῆς σάλπιγγος · καὶ εἶπαν, Οὐκ ἀκούσω·μεθα. Καὶ τοῦτο ἤκουσαν τὰ ἔθνη (16), καὶ οἱ ποιμανοντες τὰ ποίμνια (47) αὐτῶν. Πρὸ γὰρ τῆς συμπληρώσεως τῶν ὑπγ' ἐτῶν συμπαθητικῶς κινούμενος πρὸς αὐτοὺς ὁ Σωτὴρ, ποτὲ μὲν παρακαλεῖσθαι τοὺς ἑαυτοῦ μαθητάς, λέγων, Εἰς ὁδὸν ἔθνων μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Τῇ δὲ ἑαυτοῦ μητρὶ περὶ τοῦ χρόνου τῆς συγγνώμης τῆς πρὸς τοὺς Ἰουδαίους δηλῶν ἔλεγεν · Οὕπω ἦκει ἡ ὥρα μου. Ποτὲ δὲ τῇ Συροφοινικίσσῃ λέγων · Οὐχ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ποτὲ δὲ λέγων, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ποτὲ δὲ δακρύων ἐπὶ τὴν Ἱερουσαλὴμ, ἔλεγε πρὸς αὐτήν· Εἰ ἔγνωσ καὶ σὺ ἐν τῷ καιρῷ τούτῳ (48) τὰ πρὸς [εἰρήνην σου], νῦν δὲ D ἐκρύθη ἀπὸ ὀφθαλμῶν σου. Τὸ δὲ ἴσθμενον αὐτοῖς

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
