# Sermones Xli 234.1

Basilius, Sermones Xli, 234.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/234.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/234.1

A τέλος μετὰ δακρύων ὀρηνητικῶν μέλη ἔλεγεν (49) Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὡν τρόπον ὄρνις τὰ νεοστὰ ἐαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. Ὅτε δὲ ἔγνω τὸν χρόνον τῆς πρὸς αὐτοὺς συγγνώμης μέχρις ὧρας μιᾶς πεπληρωμένον, ἐλθὼν πρὸς αὐτὸν τῶν ὑπηρέτων μετὰ τοῦ Ἰούδα, ἔλεγε πρὸς αὐτούς· Ὦς ἐπὶ ἤρηστὴν δεξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με. Καθ' ἡμέραν ὄντος μου ἐν τῷ ἱερῷ, οὐκ ἐπεβάλλετε ἐπ' ἐμὲ τὰς χεῖρας (50) ὑμῶν. Ἀλλ' αὐτὴ ἐστὶν ὑμῶν ἡ ἡμέρα, καὶ ἡ ἔξωσις τοῦ σκότους. Διὸ καὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα ἔλεγε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν. Μετὰ γὰρ τὴν ἁγίαν ἀνάστασιν, ὅτε ἡ συμπλήρωσις τῶν ὑπὲρ ἐτῶν ἐγένετο, μὴ μετανοησάντων αὐτῶν, ἐντέλλεται τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς λέγων· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτιζόντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ὅπερ μυστήριον τῶν χρόνων συμπληρωθέντων ἐπιστάμενοι οἱ μαθηταὶ ἔλεγον πρὸς τοὺς Ἰουδαίους· Ὑμῖν ἤν ἀναγκαῖον πρώτων λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ ἀναξίους (51) ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὐτὸς γὰρ ἐντέταλται ἡμῖν ὁ Θεός. Τῆς οὖν ἀποδείξεως τῆς παρουσίας τοῦ Ἡλπιζομένου γαμετᾶς, γενομένης ἐκ τῆς τοῦ ἀρχαγγέλου Γαβριὴλ προοδοχίας, δι' ἧς ἀπατῶσι τοὺς ἀπλουστέρους.

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
