# Sermones Xli 236.1

Basilius, Sermones Xli, 236.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/236.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/236.1

τάς τε τῶν ἀγγέλων χοροστασίας· παραδραμεῖν, καὶ τοὺς αὐτῶν ταξιάρχας μετ’ αὐτῶν κατακλίνειν· ὑπερανᾶβειν δὲ καὶ Θρόνους τὴν φαιδρότητα, καὶ τὴν ἔντιμον τῶν Κυριοτήτων ὑπεροχήν, τὴν τε τῶν Ἀρχῶν ἡγεμονίαν, καὶ τὴν τῶν Ἐξουσιῶν περιφάνειαν· ἔτι δὲ τὸ κραταιοῦν τῶν Οὐρανῶν Δυνάμεων, τὸ τε διορατικὸν τῆς τῶν πολυμαμάτων Χερουβίμ καθαρότητος, καὶ τῶν ἐξαπτερύγων Σεραφὶμ τὴν κατὰ πᾶν μέρος ἀκύλουν κίνησιν· καὶ εἰ τις ἑτέρα κτίσις ἐπέκεινα τούτων ἐστίν, μὴ σῦναι τοῦ δρόμου καὶ τῆς ἐφέσεως. Ἄλλ’ εἴπερ ἐστὶν ἀνθρώπων δύνα καὶ σαρκὶ συνδεδεμένον τοῖς τοῦ νοῦ πολυπραγμονεστάτοις δόμασι τολμηρῶς ἀνεῖναι, καὶ τὸ συναιδὸν τῆς πατρικῆς δόξης ἀπαύγασμα (53) κατανοῆσαι τῷ ἀληθινῷ περιλαμπθέντα καὶ τρανωθέντα φωτί, ἐκεῖθεν ἀρξάσθαι τῇ Θεοτόκῳ τῆς εὐφημίας, ὅθεν καὶ Θεοτόκος ἐστὶ τε καὶ λέγεται. Ἄρα τίς ἐστι ταύτης ὑψηλότερα ὑπόθεσις; Οὐδεὶς οὖν εἴποι τις ἂν, θεῖον καὶ ἀνθρωπίνων τὸ μέσον ἐννοῶν. Ἡς γὰρ οὐκ ἔστιν εὐχολὸν νοεῖν τε καὶ φράζειν Θεόν, μᾶλλον δὲ καθάπαξ ἀδύνατον· εὖτως τὸ μέγα τῆς Θεοτόκου μυστήριον, καὶ διανοίας καὶ γλώττης ἐστὶν ἀνωτέρων. Ἐπεὶ οὖν θεὸν σαρκωθέντα τεκοῦσα Θεοτόκος ὀνομάζεται, πρὸς Θεὸν δι’ εὐχῆς ἀναβήσομαι, καὶ αὐτὸν ἡγεμόνα τοῦ λόγου ποιήσομαι· Δέσποτα παντοκράτορ, βασιλεῦ κτίσεως ἀπάσης, ὁ καταλάμπων ἀδήτως τοὺς ἀπώματους νόας τῷ νοερῷ σου φωτί, κατώψου μου τὸν νοῦν, ἵνα νοηθῇ τὸ προκειμένον ἀπλανῶς, καὶ λαληθῇ τὸ νοούμενον εὐστόχως, καὶ χωρηθῇ τὸ λαλούμενον ἀσφαλῶς. Ἐν γὰρ τριῶν ἔχει τὴν κίνδυνον ὁ περὶ Θεοῦ λέγων· περιόρμενος· ἢ νοῦ μὴ ἐλλαμπρόντος, ἢ λόγου ἀτονούντος, ἢ ἀκοῆς μὴ χωρούσης. Καὶ μοι τὰς αἰσθήσεις ἀξίως καθαρθείσας, τὸν περὶ Θεοῦ λόγον ὁσιοχρῶς ἀκούσατε. Θεὸς ὅτι μὴν ἐστι πιστεύετε. Ὡς γὰρ ἀνθρώπινος ἀνατείνειναι νοῦς, τοσοῦτον μᾶλλον ὀρθ τὸ τῆς συνέσεως ἀγνώστον. Καὶ εἰ τις δι’ ἂν μεγαλοπρεπῶς ἀγωνίζοιτο λέγειν, τῆς ἀληθείας ἔλαττον ἔσται τὸ λαλούμενον. Τίς σὺν νοήσει τὸν ἀπερινόητον; τῆς ἐκφωνήσει τὸν ἀνεκφώνητον; πῶς ὁ παρ’ αὐτοῦ ψυχωθεὶς πηλός, καὶ τῆς ἰδίας ψυχῆς τὴν οὐσίαν ἀγνοῶν, τὸν ἐμπνεύσαντα ταύτην καταλαβῇ Θεόν; Εἰ τις οὖν εὐσεβείας μαθητής, οὐχὶ τί ἐστι Θεὸς περιεργάζεται· ἀλλ’ ὅτι ἐστιν ἀναλογίζεται, ἐν τῷν ὑπ’ αὐτοῦ πεποιημένων, τὴν περὶ αὐτοῦ δοξόμενον δυνάμιν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων (54), ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· ὅς ἐστι Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· ἡ ἀναρχος τῶν ὄντων ἀρχή· ἡ πλούσια τῶν ἀπαυγασμάτων πηγὴ· ἡ παγχαλὴς τῶν καλῶν καλλοφιν·

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
