# Sermones Xli 242.3

Basilius, Sermones Xli, 242.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/242.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/242.3

(69) Ἐθεώρουν. Biblia ἐθεώρεις. 444 τὸ ἡμέτερον ἀποστρεφόμενοι γένος, καὶ φαιδρύνοντες Γαβριήλ, τῆς ὕψις; συλλήψεως μὴνυμα πιστευόμενος! Διόπερ ἀπὸ χαρᾶς καὶ χάριτος τῆς προσηγυρίας ἀπέρχεται· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. — Χαῖρε κεχαριτωμένη, φαιδρὸν ἀνάλαβε πρόσωπον. Ἐν σοὶ γὰρ ἡ πάντων τεχθήσετα χαρὰ, καὶ παύσει τούτων τὴν ἀργαλὴν ἀρὰν, ἐν τῇ καταλῦσει τοῦ θανάτου τὸ κράτος, καὶ δωρεῖσθαι πᾶσιν ἀναστάσεως ἐλπίδα. Χαῖρε κεχαριτωμένη, ὁ ἀμάραντος τῆς ἀγνείας παράδεισος, ἐν ᾧ φυτευθὴν τὸ ξύλον τῆς ζωῆς, βλαστήσει πᾶσι σωτηρίας καρπούς, ὅθεν ἡ τετράστομος τῶν Εὐαγγελίων πηγὴ, βρύσας τοὺς πιστεύοντας ποταμοὺς οἰκτιρμῶν. Χαῖρε κεχαριτωμένη, μεσίτευουσα Θεῷ καὶ ἀνθρώποις, ἵνα τὸ μεσότοιχον ἀνααιρεθῇ τῆς ἔχθρας, καὶ τοῦ· ἐπουρανίου· ἐνοικῇ τὰ ἐπίγεια. Ὁ Κύριος μετὰ σοῦ. Ἐπειδή ναὸς ὑπάρχεις ὄντως ἀξιθέος τὰς τῆς ἀγνείας ἀρώμασιν εὐωδιαζόμενος, ὁ μέγας ἐν σοὶ κατοικήσει ἀρχιερεὺς, ὁ κατὰ τὴν τάξιν Μελχισέδεχ, ἀμήτωρ καὶ ἀπάτωρ· ἀμήτωρ ἐκ Θεοῦ Πατρός· ἀπάτωρ ἐκ σοῦ τῆς μητρός. Ἡ δὲ ἰδοῦσα (73), φησί, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, τοὔστιν ἐπὶ τῇ παραδόξῃ τῶν λεγομένων. Ὁ δὲ Γαβριήλ ἵνα μὴ διαποροῦσα ταράττηται , τῷ παρακλητικῷ λόγῳ φθάνεις τὴν ἀγνοίαν, καὶ φησί, Μὴ φοβοῦ, Μαριάμ· ὁ γὰρ ὅδος, τῶν προσκεχωρισμένων ἐστὶ· σὺ δέ, χάριν εὑρες παρὰ τῷ Θεῷ. Εἶτα δεῖκνὺς τὴν χάριν τὴν ὑπὲρ πᾶσαν χάριν, ἐπάγει λέγων· Ἰδοὺ, συλλήψη ἐν γαστρὶ καὶ τέξεις υἱόν (74). Οὗτος μέγας ἔσται, καὶ Υἱὸς Ὑψίστου κληθήσεται καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπε δὲ Μαριάμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Οὐδεὶς, φησί, τρόπος συλλήξεως ἐν γυναιξὶ τεθεώρηται . πλήν ἀνδρὸς κοινωνίας· ἔμοι δὲ τῆς τοιαύτης καθαρευούσης πείρας, πῶς ἔσται τοῦτο δυνατόν; Τὸ παράδοξον τῆς σῆς ἐπαγγελίας, δυσπαράδεκτον ἔχει πληροφορίαν. Πῶς ἡ ἀσπορος βλαστήσει καρπόν; πῶς δὲ ἡ ἄγαμος γεννήσω υἱόν; Εἰκόθα μου πυνθάνη, φησὶν ὁ ἄρχάγγελος, καὶ συγγνωμόνως ποιούμε τὴν ἀπόκρισιν. Τῷ μὲν τόκῳ προσημαρτυρῶν, τῷ δὲ τρόπῳ παραχωρῶν. Ὅσον οὖν ἐμὲ γινώσκειν, τοιούτον ἐστιν. Οὐχ ἐξ ἀνδρικῆς παιδοστορίας γενήσεται ἡ σύλληψις, ἀλλ’ ἡ τοῦ ἁγίου Πνεύματος ἐπίροτησις, καὶ ἡ τῆς δυνάμεως τοῦ Ὑψίστου ἐπισκίασις ταύτην ἐργάσεται. Τί οὖν προβάλλῃ τὸν νόμον τῆς φύσεως ἐπὶ τοῦ νομοθέτου τῆς φύσεως; μὴ γὰρ σὺ τοῦ δυναμουύτος ἐκτὸς τὸν σὸν ἰσχύεις ὑποδέξασθαι ποιητήν; μὴ γὰρ ἔχεις οὐρανοῦ πλατυτέραν γαστέρα; μὴ γὰρ ὑπερβαίνεις ἐν μεγέθει τὴν κτίσιν, ἡ

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
